Thesauros Literature Philosophy Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ Plato
125 ΑΛ. οὔ.
125 ΣΩ. ἀλλʼ οὐδὲν ποιούντων ἤ τι ποιούντων;
125 ΑΛ. ποιούντων λέγω.
125 ΣΩ. τί; πειρῶ καὶ ἐμοὶ δηλῶσαι.
125 ΑΛ. οὐκοῦν τῶν καὶ συμβαλλόντων ἑαυτοῖς καὶ χρωμένων ἀλλήλοις, ὥσπερ ἡμεῖς ζῶμεν ἐν ταῖς πόλεσιν.
125 ΣΩ. οὐκοῦν ἀνθρώπων λέγεις ἄρχειν ἀνθρώποις χρωμένων;
125 ΑΛ. ναί.
125 ΣΩ. ἆρα κελευστῶν χρωμένων ἐρέταις;
125 ΑΛ. οὐ δῆτα.
125 ΣΩ. κυβερνητικὴ γὰρ αὕτη γε ἀρετή;
125 ΑΛ. ναί.
125 ΣΩ. ἀλλʼ ἀνθρώπων λέγεις ἄρχειν αὐλητῶν, ἀνθρώποις ἡγουμένων ᾠδῆς καὶ χρωμένων χορευταῖς;
125 ΑΛ. οὐ δῆτα.
125 ΣΩ. χοροδιδασκαλικὴ γὰρ αὕτη γʼ αὖ;
125 ΑΛ. πάνυ γε.
125 ΣΩ. ἀλλὰ τί ποτε λέγεις χρωμένων ἀνθρώπων ἀνθρώποις οἷόν τʼ εἶναι ἄρχειν;
125 ΑΛ. κοινωνούντων ἔγωγε λέγω πολιτείας καὶ συμβαλλόντων πρὸς ἀλλήλους, τούτων ἄρχειν τῶν ἐν τῇ πόλει.
125 ΣΩ. τίς οὖν αὕτη ἡ τέχνη; ὥσπερ ἂν εἴ σε ἐροίμην πάλιν τὰ νυνδή, κοινωνούντων ναυτιλίας ἐπίστασθαι ἄρχειν τίς ποιεῖ τέχνη;
125 ΑΛ. κυβερνητική.
125 ΣΩ. κοινωνούντων δʼ ᾠδῆς, ὡς νυνδὴ ἐλέγετο, τις ἐπιστήμη ποιεῖ ἄρχειν;
125 ΑΛ. ἥνπερ σὺ ἄρτι ἔλεγες, ἡ χοροδιδασκαλία.
125 ΣΩ. τί δέ; πολιτείας κοινωνούντων τίνα καλεῖς ἐπιστήμην;
125 ΑΛ. εὐβουλίαν ἔγωγε, ὦ Σώκρατες.
125 ΣΩ. τί δέ; μῶν ἀβουλία δοκεῖ εἶναι ἡ τῶν κυβερνητῶν;
125 ΑΛ. οὐ δῆτα.
125 ΣΩ. ἀλλʼ εὐβουλία;
126 ΑΛ. ἔμοιγε δοκεῖ, εἴς γε τὸ σῴζεσθαι πλέοντας.
126 ΣΩ. καλῶς λέγεις. τί δέ; ἣν σὺ λέγεις εὐβουλίαν, εἰς τί ἐστιν;
126 ΑΛ. εἰς τὸ ἄμεινον τὴν πόλιν διοικεῖν καὶ σῴζεσθαι.
126 ΣΩ. ἄμεινον δὲ διοικεῖται καὶ σῴζεται τίνος παραγιγνομένου ἢ ἀπογιγνομένου; ὥσπερ ἂν εἰ σύ με ἔροιο· ἄμεινον διοικεῖται σῶμα καὶ σῴζεται τίνος παραγιγνομένου ἢ ἀπογιγνομένου; εἴποιμʼ ἂν ὅτι ὑγιείας μὲν παραγιγνομένης, νόσου δὲ ἀπογιγνομένης. οὐ καὶ σὺ οἴει οὕτως;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme