Thesauros Literature Philosophy Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ Plato
128 ΣΩ. φέρε δή, τί ἐστιν τὸ ἑαυτοῦ ἐπιμελεῖσθαι—μὴ πολλάκις λάθωμεν οὐχ ἡμῶν αὐτῶν ἐπιμελούμενοι, οἰόμενοι δέ —καὶ πότʼ ἄρα αὐτὸ ποιεῖ ἅνθρωπος; ἆρʼ ὅταν τῶν αὑτοῦ ἐπιμελῆται, τότε καὶ αὑτοῦ;
128 ΑΛ. ἐμοὶ γοῦν δοκεῖ.
128 ΣΩ. τί δέ; ποδῶν ἅνθρωπος ποτε ἐπιμελεῖται; ἆρʼ ὅταν ἐκείνων ἐπιμελῆται ἅ ἐστι τῶν ποδῶν;
128 ΑΛ. οὐ μανθάνω.
128 ΣΩ. καλεῖς δέ τι χειρός; οἷον δακτύλιον ἔστιν ὅτου ἂν ἄλλου τῶν τοῦ ἀνθρώπου φαίης ἢ δακτύλου;
128 ΑΛ. οὐ δῆτα.
128 ΣΩ. οὐκοῦν καὶ ποδὸς ὑπόδημα τὸν αὐτὸν τρόπον;
128 ΑΛ. ναί.
128 ΣΩ. καὶ ἱμάτια καὶ στρώματα τοῦ ἄλλου σώματος ὁμοίως;
128 ΑΛ. ναί.
128 ΣΩ. ἆρʼ οὖν ὅταν ὑποδημάτων ἐπιμελώμεθα, τότε ποδῶν ἐπιμελούμεθα;
128 ΑΛ. οὐ πάνυ μανθάνω, ὦ Σώκρατες.
128 ΣΩ. τί δέ, ὦ Ἀλκιβιάδη; ὀρθῶς ἐπιμελεῖσθαι καλεῖς τι ὁτουοῦν πράγματος;
128 ΑΛ. ἔγωγε.
128 ΣΩ. ἆρʼ οὖν ὅταν τίς τι βέλτιον ποιῇ, τότε ὀρθὴν λέγεις ἐπιμέλειαν;
128 ΑΛ. ναί.
128 ΣΩ. τίς οὖν τέχνη ὑποδήματα βελτίω ποιεῖ;
128 ΑΛ. σκυτική.
128 ΣΩ. σκυτικῇ ἄρα ὑποδημάτων ἐπιμελούμεθα;
128 ΑΛ. ναί.
128 ΣΩ. ἦ καὶ ποδὸς σκυτικῇ; ἢ ἐκείνῃ ᾗ πόδας βελτίους ποιοῦμεν;
128 ΑΛ. ἐκείνῃ.
128 ΣΩ. βελτίους δὲ πόδας οὐχ ᾗπερ καὶ τὸ ἄλλο σῶμα;
128 ΑΛ. ἔμοιγε δοκεῖ.
128 ΣΩ. αὕτη δʼ οὐ γυμναστική;
128 ΑΛ. μάλιστα.
128 ΣΩ. γυμναστικῇ μὲν ἄρα ποδὸς ἐπιμελούμεθα, σκυτικῇ δὲ τῶν τοῦ ποδός;
128 ΑΛ. πάνυ γε.
128 ΣΩ. καὶ γυμναστικῇ μὲν χειρῶν, δακτυλιογλυφίᾳ δὲ τῶν τῆς χειρός;
128 ΑΛ. ναί.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme