Thesauros Literature Philosophy Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ Plato
128 ΣΩ. καὶ γυμναστικῇ μὲν σώματος, ὑφαντικῇ δὲ καὶ ταῖς ἄλλαις τῶν τοῦ σώματος;
128 ΑΛ. παντάπασι μὲν οὖν.
128 ΣΩ. ἄλλῃ μὲν ἄρα τέχνῃ αὐτοῦ ἑκάστου ἐπιμελούμεθα, ἄλλῃ δὲ τῶν αὐτοῦ.
128 ΑΛ. φαίνεται.
128 ΣΩ. οὐκ ἄρα ὅταν τῶν σαυτοῦ ἐπιμελῇ, σαυτοῦ ἐπιμελῇ.
128 ΑΛ. οὐδαμῶς.
128 ΣΩ. οὐ γὰρ ἡ αὐτὴ τέχνη, ὡς ἔοικεν, ᾗ τις ἂν αὑτοῦ τε ἐπιμελοῖτο καὶ τῶν αὑτοῦ.
128 ΑΛ. οὐ φαίνεται.
128 ΣΩ. φέρε δή, ποίᾳ ποτʼ ἂν ἡμῶν αὐτῶν ἐπιμεληθείημεν;
128 ΑΛ. οὐκ ἔχω λέγειν.
128 ΣΩ. ἀλλὰ τοσόνδε γε ὡμολόγηται, ὅτι οὐχ ᾗ ἂν τῶν ἡμετέρων καὶ ὁτιοῦν βέλτιον ποιοῖμεν, ἀλλʼ ᾗ ἡμᾶς αὐτούς;
128 ΑΛ. ἀληθῆ λέγεις.
128 ΣΩ. ἦ οὖν ἔγνωμεν ἄν ποτε τίς τέχνη ὑπόδημα βέλτιον ποιεῖ, μὴ εἰδότες ὑπόδημα;
128 ΑΛ. ἀδύνατον.
128 ΣΩ. οὐδέ γε τίς τέχνη δακτυλίους βελτίους ποιεῖ, ἀγνοοῦντες δακτύλιον.
128 ΑΛ. ἀληθῆ.
128 ΣΩ. τί δέ; τίς τέχνη βελτίω ποιεῖ αὐτόν, ἆρʼ ἄν ποτε γνοῖμεν ἀγνοοῦντες τί ποτʼ ἐσμὲν αὐτοί;
129 ΑΛ. ἀδύνατον.
129 ΣΩ. πότερον οὖν δὴ ῥᾴδιον τυγχάνει τὸ γνῶναι ἑαυτόν, καί τις ἦν φαῦλος ὁ τοῦτο ἀναθεὶς εἰς τὸν ἐν Πυθοῖ νεών, ἢ χαλεπόν τι καὶ οὐχὶ παντός;
129 ΑΛ. ἐμοὶ μέν, ὦ Σώκρατες, πολλάκις μὲν ἔδοξε παντὸς εἶναι, πολλάκις δὲ παγχάλεπον.
129 ΣΩ. ἀλλʼ, ὦ Ἀλκιβιάδη, εἴτε ῥᾴδιον εἴτε μή ἐστιν, ὅμως γε ἡμῖν ὧδʼ ἔχει· γνόντες μὲν αὐτὸ τάχʼ ἂν γνοῖμεν τὴν ἐπιμέλειαν ἡμῶν αὐτῶν, ἀγνοοῦντες δὲ οὐκ ἄν ποτε.
129 ΑΛ. ἔστι ταῦτα.
129 ΣΩ. φέρε δή, τίνʼ ἂν τρόπον εὑρεθείη αὐτὸ ταὐτό; οὕτω μὲν γὰρ ἂν τάχʼ εὕροιμεν τί ποτʼ ἐσμὲν αὐτοί, τούτου δʼ ἔτι ὄντες ἐν ἀγνοίᾳ ἀδύνατοί που.
129 ΑΛ. ὀρθῶς λέγεις.
129 ΣΩ. ἔχε οὖν πρὸς Διός. τῷ διαλέγῃ σὺ νῦν; ἄλλο τι ἢ ἐμοί;
129 ΑΛ. ναί.
129 ΣΩ. οὐκοῦν καὶ ἐγὼ σοί;
129 ΑΛ. ναί.
129 ΣΩ. Σωκράτης ἄρʼ ἐστὶν ὁ διαλεγόμενος;
129 ΑΛ. πάνυ γε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme