Thesauros Literature Philosophy Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ Plato
130 ΣΩ. ἔτι οὖν τι σαφέστερον δεῖ ἀποδειχθῆναί σοι ὅτι ἡ ψυχή ἐστιν ἄνθρωπος;
130 ΑΛ. μὰ Δία, ἀλλʼ ἱκανῶς μοι δοκεῖ ἔχειν.
130 ΣΩ. εἰ δέ γε μὴ ἀκριβῶς ἀλλὰ καὶ μετρίως, ἐξαρκεῖ ἡμῖν· ἀκριβῶς μὲν γὰρ τότε εἰσόμεθα, ὅταν εὕρωμεν ὃ νυνδὴ παρήλθομεν διὰ τὸ πολλῆς εἶναι σκέψεως.
130 ΑΛ. τί τοῦτο;
130 ΣΩ. ὃ ἄρτι οὕτω πως ἐρρήθη, ὅτι πρῶτον σκεπτέον εἴη αὐτὸ τὸ αὐτό· νῦν δὲ ἀντὶ τοῦ αὐτοῦ αὐτὸ ἕκαστον ἐσκέμμεθα ὅτι ἐστί. καὶ ἴσως ἐξαρκέσει· οὐ γάρ που κυριώτερόν γε οὐδὲν ἂν ἡμῶν αὐτῶν φήσαιμεν ἢ τὴν ψυχήν.
130 ΑΛ. οὐ δῆτα.
130 ΣΩ. οὐκοῦν καλῶς ἔχει οὕτω νομίζειν, ἐμὲ καὶ σὲ προσομιλεῖν ἀλλήλοις τοῖς λόγοις χρωμένους τῇ ψυχῇ πρὸς τὴν ψυχήν;
130 ΑΛ. πάνυ μὲν οὖν.
130 ΣΩ. τοῦτʼ ἄρα ἦν ὃ καὶ ὀλίγῳ ἔμπροσθεν εἴπομεν, ὅτι Σωκράτης Ἀλκιβιάδῃ διαλέγεται λόγῳ χρώμενος, οὐ πρὸς τὸ σὸν πρόσωπον, ὡς ἔοικεν, ἀλλὰ πρὸς τὸν Ἀλκιβιάδην ποιούμενος τοὺς λόγους· τοῦτο δέ ἐστιν ἡ ψυχή.
130 ΑΛ. ἔμοιγε δοκεῖ.
130 ΣΩ. ψυχὴν ἄρα ἡμᾶς κελεύει γνωρίσαι ὁ ἐπιτάττων γνῶναι ἑαυτόν.
131 ΑΛ. ἔοικεν.
131 ΣΩ. ὅστις ἄρα τῶν τοῦ σώματός τι γιγνώσκει, τὰ αὑτοῦ ἀλλʼ οὐχ αὑτὸν ἔγνωκεν.
131 ΑΛ. οὕτως.
131 ΣΩ. οὐδεὶς ἄρα τῶν ἰατρῶν ἑαυτὸν γιγνώσκει, καθʼ ὅσον ἰατρός, οὐδὲ τῶν παιδοτριβῶν, καθʼ ὅσον παιδοτρίβης.
131 ΑΛ. οὐκ ἔοικεν.
131 ΣΩ. πολλοῦ ἄρα δέουσιν οἱ γεωργοὶ καὶ οἱ ἄλλοι δημιουργοὶ γιγνώσκειν ἑαυτούς. οὐδὲ γὰρ τὰ ἑαυτῶν οὗτοί γε, ὡς ἔοικεν, ἀλλʼ ἔτι πορρωτέρω τῶν ἑαυτῶν κατά γε τὰς τέχνας ἃς ἔχουσιν· τὰ γὰρ τοῦ σώματος γιγνώσκουσιν, οἷς τοῦτο θεραπεύεται.
131 ΑΛ. ἀληθῆ λέγεις.
131 ΣΩ. εἰ ἄρα σωφροσύνη ἐστὶ τὸ ἑαυτὸν γιγνώσκειν, οὐδεὶς τούτων σώφρων κατὰ τὴν τέχνην.
131 ΑΛ. οὔ μοι δοκεῖ.
131 ΣΩ. διὰ ταῦτα δὴ καὶ βάναυσοι αὗται αἱ τέχναι δοκοῦσιν εἶναι καὶ οὐκ ἀνδρὸς ἀγαθοῦ μαθήματα.
131 ΑΛ. πάνυ μὲν οὖν.
131 ΣΩ. οὐκοῦν πάλιν ὅστις αὖ σῶμα θεραπεύει, τὰ ἑαυτοῦ ἀλλʼ οὐχ αὑτὸν θεραπεύει;
131 ΑΛ. κινδυνεύει.
131 ΣΩ. ὅστις δέ γε τὰ χρήματα, οὔθʼ ἑαυτὸν οὔτε τὰ ἑαυτοῦ, ἀλλʼ ἔτι πορρωτέρω τῶν ἑαυτοῦ;
131 ΑΛ. ἔμοιγε δοκεῖ.
131 ΣΩ. οὐ τὰ αὑτοῦ ἄρα ἔτι πράττει ὁ χρηματιστής.
131 ΑΛ. ὀρθῶς.
131 ΣΩ. εἰ ἄρα τις γέγονεν ἐραστὴς τοῦ Ἀλκιβιάδου σώματος, οὐκ Ἀλκιβιάδου ἄρα ἠράσθη ἀλλά τινος τῶν Ἀλκιβιάδου.
131 ΑΛ. ἀληθῆ λέγεις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme