131
ΣΩ. ὅστις δέ σου τῆς ψυχῆς ἐρᾷ;
131
ΑΛ. ἀνάγκη φαίνεται ἐκ τοῦ λόγου.
131
ΣΩ. οὐκοῦν ὁ μὲν τοῦ σώματός σου ἐρῶν, ἐπειδὴ λήγει ἀνθοῦν, ἀπιὼν οἴχεται;
131
ΑΛ. φαίνεται.
131
ΣΩ. ὁ δέ γε τῆς ψυχῆς ἐρῶν οὐκ ἄπεισιν, ἕως ἂν ἐπὶ τὸ βέλτιον ἴῃ;
131
ΑΛ. εἰκός γε.
131
ΣΩ. οὐκοῦν ἐγώ εἰμι ὁ οὐκ ἀπιὼν ἀλλὰ παραμένων λήγοντος τοῦ σώματος, τῶν ἄλλων ἀπεληλυθότων.
131
ΑΛ. εὖ γε ποιῶν, ὦ Σώκρατες· καὶ μηδὲ ἀπέλθοις.
131
ΣΩ. προθυμοῦ τοίνυν ὅτι κάλλιστος εἶναι.
131
ΑΛ. ἀλλὰ προθυμήσομαι.
131
ΣΩ. ὡς οὕτω γέ σοι ἔχει· οὔτʼ ἐγένεθʼ, ὡς ἔοικεν, Ἀλκιβιάδῃ τῷ Κλεινίου ἐραστὴς οὔτʼ ἔστιν ἀλλʼ ἢ εἷς μόνος, καὶ οὗτος ἀγαπητός, Σωκράτης ὁ Σωφρονίσκου καὶ Φαιναρέτης.
131
ΑΛ. ἀληθῆ.
131
ΣΩ. οὐκοῦν ἔφησθα σμικρὸν φθῆναί με προσελθόντα σοι, ἐπεὶ πρότερος ἄν μοι προσελθεῖν, βουλόμενος πυθέσθαι διʼ ὅτι μόνος οὐκ ἀπέρχομαι;
131
ΑΛ. ἦν γὰρ οὕτω.
132
ΣΩ. τοῦτο τοίνυν αἴτιον, ὅτι μόνος ἐραστὴς ἦν σός, οἱ δʼ ἄλλοι τῶν σῶν· τὰ δὲ σὰ λήγει ὥρας, σὺ δʼ ἄρχῃ ἀνθεῖν. καὶ νῦν γε ἂν μὴ διαφθαρῇς ὑπὸ τοῦ Ἀθηναίων δήμου καὶ αἰσχίων γένῃ, οὐ μή σε ἀπολίπω. τοῦτο γὰρ δὴ μάλιστα ἐγὼ φοβοῦμαι, μὴ δημεραστὴς ἡμῖν γενόμενος διαφθαρῇς· πολλοὶ γὰρ ἤδη καὶ ἀγαθοὶ αὐτὸ πεπόνθασιν Ἀθηναίων. εὐπρόσωπος γὰρ ὁ τοῦ μεγαλήτορος δῆμος Ἐρεχθέως· Hom. Il.. 2.547 ἀλλʼ ἀποδύντα χρὴ αὐτὸν θεάσασθαι. εὐλαβοῦ οὖν τὴν εὐλάβειαν ἣν ἐγὼ λέγω.
132
ΑΛ. τίνα;
132
ΣΩ. γύμνασαι πρῶτον, ὦ μακάριε, καὶ μάθε ἃ δεῖ μαθόντα ἰέναι ἐπὶ τὰ τῆς πόλεως, πρότερον δὲ μή, ἵνʼ ἀλεξιφάρμακα ἔχων ἴῃς καὶ μηδὲν πάθῃς δεινόν.
132
ΑΛ. εὖ μοι δοκεῖς λέγειν, ὦ Σώκρατες· ἀλλὰ πειρῶ ἐξηγεῖσθαι ὅντινʼ ἂν τρόπον ἐπιμεληθεῖμεν ἡμῶν αὐτῶν.
132
ΣΩ. οὐκοῦν τοσοῦτον μὲν ἡμῖν εἰς τὸ πρόσθεν πεπέρανται —ὃ γὰρ ἐσμέν, ἐπιεικῶς ὡμολόγηται—ἐφοβούμεθα δὲ μὴ τούτου σφαλέντες λάθωμεν ἑτέρου τινὸς ἐπιμελόμενοι ἀλλʼ οὐχ ἡμῶν.
132
ΑΛ. ἔστι ταῦτα.
132
ΣΩ. καὶ μετὰ τοῦτο δὴ ὅτι ψυχῆς ἐπιμελητέον καὶ εἰς τοῦτο βλεπτέον.
132
ΑΛ. δῆλον.
132
ΣΩ. σωμάτων δὲ καὶ χρημάτων τὴν ἐπιμέλειαν ἑτέροις παραδοτέον.
132
ΑΛ. τί μήν;