Thesauros Literature Philosophy Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ Plato
134 ΣΩ. κακῶς δὲ πράττων οὐκ ἄθλιος;
134 ΑΛ. σφόδρα γε.
134 ΣΩ. τί δʼ οἷς οὗτος πράττει;
134 ΑΛ. καὶ οὗτοι.
134 ΣΩ. οὐκ ἄρα οἷόν τε, ἐὰν μή τις σώφρων καὶ ἀγαθὸς ᾖ, εὐδαίμονα εἶναι.
134 ΑΛ. οὐχ οἷόν τε.
134 ΣΩ. οἱ ἄρα κακοὶ τῶν ἀνθρώπων ἄθλιοι.
134 ΑΛ. σφόδρα γε.
134 ΣΩ. οὐκ ἄρα οὐδʼ ὁ πλουτήσας ἀθλιότητος ἀπαλλάττεται, ἀλλʼ ὁ σωφρονήσας.
134 ΑΛ. φαίνεται.
134 ΣΩ. οὐκ ἄρα τειχῶν οὐδὲ τριήρων οὐδὲ νεωρίων δέονται αἱ πόλεις, ὦ Ἀλκιβιάδη, εἰ μέλλουσιν εὐδαιμονήσειν, οὐδὲ πλήθους οὐδὲ μεγέθους ἄνευ ἀρετῆς.
134 ΑΛ. οὐ μέντοι.
134 ΣΩ. εἰ δὴ μέλλεις τὰ τῆς πόλεως πράξειν ὀρθῶς καὶ καλῶς, ἀρετῆς σοι μεταδοτέον τοῖς πολίταις.
134 ΑΛ. πῶς γὰρ οὔ;
134 ΣΩ. δύναιτο δʼ ἄν τις μεταδιδόναι ὃ μὴ ἔχοι;
134 ΑΛ. καὶ πῶς;
134 ΣΩ. αὐτῷ ἄρα σοὶ πρῶτον κτητέον ἀρετήν, καὶ ἄλλῳ ὃς μέλλει μὴ ἰδίᾳ μόνον αὑτοῦ τε καὶ τῶν αὑτοῦ ἄρξειν καὶ ἐπιμελήσεσθαι, ἀλλὰ πόλεως καὶ τῶν τῆς πόλεως.
134 ΑΛ. ἀληθῆ λέγεις.
134 ΣΩ. οὐκ ἄρα ἐξουσίαν σοι οὐδʼ ἀρχὴν παρασκευαστέον σαυτῷ ποιεῖν ὅτι ἂν βούλῃ, οὐδὲ τῇ πόλει, ἀλλὰ δικαιοσύνην καὶ σωφροσύνην.
134 ΑΛ. φαίνεται.
134 ΣΩ. δικαίως μὲν γὰρ πράττοντες καὶ σωφρόνως σύ τε καὶ ἡ πόλις θεοφιλῶς πράξετε.
134 ΑΛ. εἰκός γε.
134 ΣΩ. καὶ ὅπερ γε ἐν τοῖς πρόσθεν ἐλέγομεν, εἰς τὸ θεῖον καὶ λαμπρὸν ὁρῶντες πράξετε.
134 ΑΛ. φαίνεται.
134 ΣΩ. ἀλλὰ μὴν ἐνταῦθά γε βλέποντες ὑμᾶς τε αὐτοὺς καὶ τὰ ὑμέτερα ἀγαθὰ κατόψεσθε καὶ γνώσεσθε.
134 ΑΛ. ναί.
134 ΣΩ. οὐκοῦν ὀρθῶς τε καὶ εὖ πράξετε;
134 ΑΛ. ναί.
134 ΣΩ. ἀλλὰ μὴν οὕτω γε πράττοντας ὑμᾶς ἐθέλω ἐγγυήσασθαι ἦ μὴν εὐδαιμονήσειν.
134 ΑΛ. ἀσφαλὴς γὰρ εἶ ἐγγυητής.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme