Thesauros Literature Philosophy Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ Plato
107 ΣΩ. πότερον οὖν, ὅταν περὶ γραμμάτων Ἀθηναῖοι βουλεύωνται, πῶς ἂν ὀρθῶς γράφοιεν, τότε ἀναστήσῃ αὐτοῖς συμβουλεύσων;
107 ΑΛ. μὰ Δίʼ οὐκ ἔγωγε.
107 ΣΩ. ἀλλʼ ὅταν περὶ κρουμάτων ἐν λύρᾳ;
107 ΑΛ. οὐδαμῶς.
107 ΣΩ. οὐδὲ μὴν οὐδὲ περὶ παλαισμάτων γε εἰώθασι βουλεύεσθαι ἐν τῇ ἐκκλησίᾳ.
107 ΑΛ. οὐ μέντοι.
107 ΣΩ. ὅταν οὖν περὶ τίνος βουλεύωνται; οὐ γάρ που ὅταν γε περὶ οἰκοδομίας.
107 ΑΛ. οὐ δῆτα.
107 ΣΩ. οἰκοδόμος γὰρ ταῦτά γε σοῦ βέλτιον συμβουλεύσει.
107 ΑΛ. ναί.
107 ΣΩ. οὐδὲ μὴν ὅταν περὶ μαντικῆς βουλεύωνται;
107 ΑΛ. οὔ.
107 ΣΩ. μάντις γὰρ αὖ ταῦτα ἄμεινον ἢ σύ.
107 ΑΛ. ναί.
107 ΣΩ. ἐάν τέ γε σμικρὸς ἢ μέγας ᾖ, ἐάν τε καλὸς ἢ αἰσχρός, ἔτι τε γενναῖος ἢ ἀγεννής.
107 ΑΛ. πῶς γὰρ οὔ;
107 ΣΩ. εἰδότος γὰρ οἶμαι περὶ ἑκάστου ἡ συμβουλή, καὶ οὐ πλουτοῦντος.
107 ΑΛ. πῶς γὰρ οὔ;
107 ΣΩ. ἀλλʼ ἐάντε πένης ἐάντε πλούσιος ᾖ ὁ παραινῶν, οὐδὲν διοίσει Ἀθηναίοις ὅταν περὶ τῶν ἐν τῇ πόλει βουλεύωνται, πῶς ἂν ὑγιαίνοιεν, ἀλλὰ ζητήσουσιν ἰατρὸν εἶναι τὸν σύμβουλον.
107 ΑΛ. εἰκότως γε.
107 ΣΩ. ὅταν οὖν περὶ τίνος σκοπῶνται, τότε σὺ ἀνιστάμενος ὡς συμβουλεύσων ὀρθῶς ἀναστήσῃ;
107 ΑΛ. ὅταν περὶ τῶν ἑαυτῶν πραγμάτων, ὦ Σώκρατες.
107 ΣΩ. τῶν περὶ ναυπηγίας λέγεις, ὁποίας τινὰς χρὴ αὐτοὺς τὰς ναῦς ναυπηγεῖσθαι;
107 ΑΛ. οὐκ ἔγωγε, ὦ Σώκρατες.
107 ΣΩ. ναυπηγεῖν γὰρ οἶμαι οὐκ ἐπίστασαι. τοῦτʼ αἴτιον ἢ ἄλλο τι;
107 ΑΛ. οὔκ, ἀλλὰ τοῦτο.
107 ΣΩ. ἀλλὰ περὶ ποίων τῶν ἑαυτῶν λέγεις πραγμάτων ὅταν βουλεύωνται;
107 ΑΛ. ὅταν περὶ πολέμου, ὦ Σώκρατες, ἢ περὶ εἰρήνης ἢ ἄλλου του τῶν τῆς πόλεως πραγμάτων.
107 ΣΩ. ἆρα λέγεις ὅταν βουλεύωνται πρὸς τίνας χρὴ εἰρήνην ποιεῖσθαι καὶ τίσιν πολεμεῖν καὶ τίνα τρόπον;
107 ΑΛ. ναί.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme