Thesauros Literature Philosophy Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ Plato
107 ΣΩ. χρὴ δʼ οὐχ οἷς βέλτιον;
107 ΑΛ. ναί.
107 ΣΩ. καὶ τόθʼ ὁπότε βέλτιον;
107 ΑΛ. πάνυ γε.
107 ΣΩ. καὶ τοσοῦτον χρόνον ὅσον ἄμεινον;
107 ΑΛ. ναί.
107 ΣΩ. εἰ οὖν βουλεύοιντο Ἀθηναῖοι τίσιν χρὴ προσπαλαίειν καὶ τίσιν ἀκροχειρίζεσθαι καὶ τίνα τρόπον, σὺ ἄμεινον ἂν συμβουλεύοις ἢ ὁ παιδοτρίβης;
107 ΑΛ. ὁ παιδοτρίβης δήπου.
107 ΣΩ. ἔχεις οὖν εἰπεῖν πρὸς τί ἂν βλέπων ὁ παιδοτρίβης συμβουλεύσειεν οἷς δεῖ προσπαλαίειν καὶ οἷς μή, καὶ ὁπότε καὶ ὅντινα τρόπον; λέγω δὲ τὸ τοιόνδε· ἆρα τούτοις δεῖ προσπαλαίειν οἷς βέλτιον, ἢ οὔ;
107 ΑΛ. ναί.
108 ΣΩ. ἆρα καὶ τοσαῦτα ὅσα ἄμεινον;
108 ΑΛ. τοσαῦτα.
108 ΣΩ. οὐκοῦν καὶ τότε ὅτε ἄμεινον;
108 ΑΛ. πάνυ γε.
108 ΣΩ. ἀλλὰ μὴν καὶ ᾁδοντα δεῖ κιθαρίζειν ποτὲ πρὸς τὴν ᾠδὴν καὶ βαίνειν;
108 ΑΛ. δεῖ γάρ.
108 ΣΩ. οὐκοῦν τότε ὁπότε βέλτιον;
108 ΑΛ. ναί.
108 ΣΩ. καὶ τοσαῦθʼ ὅσα βέλτιον;
108 ΑΛ. φημί.
108 ΣΩ. τί οὖν; ἐπειδὴ βέλτιον μὲν ὠνόμαζες ἐπʼ ἀμφοτέροις, τῷ τε κιθαρίζειν πρὸς τὴν ᾠδὴν καὶ τῷ προσπαλαίειν, τί καλεῖς τὸ ἐν τῷ κιθαρίζειν βέλτιον, ὥσπερ ἐγὼ τὸ ἐν τῷ παλαίειν καλῶ γυμναστικόν· σὺ δʼ ἐκεῖνο τί καλεῖς;
108 ΑΛ. οὐκ ἐννοῶ.
108 ΣΩ. ἀλλὰ πειρῶ ἐμὲ μιμεῖσθαι. ἐγὼ γάρ που ἀπεκρινάμην τὸ διὰ παντὸς ὀρθῶς ἔχον, ὀρθῶς δὲ δήπου ἔχει τὸ κατὰ τὴν τέχνην γιγνόμενον· ἢ οὔ;
108 ΑΛ. ναί.
108 ΣΩ. ἡ δὲ τέχνη οὐ γυμναστικὴ ἦν;
108 ΑΛ. πῶς δʼ οὔ;
108 ΣΩ. ἐγὼ δʼ εἶπον τὸ ἐν τῷ παλαίειν βέλτιον γυμναστικόν.
108 ΑΛ. εἶπες γάρ.
108 ΣΩ. οὐκοῦν καλῶς;
108 ΑΛ. ἔμοιγε δοκεῖ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme