Thesauros Literature Philosophy Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ Plato
109 ΑΛ. δεινὸν τοῦτό γε ἐρωτᾷς· εἰ γὰρ καὶ διανοεῖταί τις ὡς δεῖ πρὸς τοὺς τὰ δίκαια πράττοντας πολεμεῖν, οὐκ ἂν ὁμολογήσειέν γε.
109 ΣΩ. οὐ γὰρ νόμιμον τοῦθʼ, ὡς ἔοικεν.
109 ΑΛ. οὐ δῆτα· οὐδέ γε καλὸν δοκεῖ εἶναι.
109 ΣΩ. πρὸς ταῦτʼ ἄρα καὶ σὺ τὸ δίκαιον τοὺς λόγους ποιήσῃ;
109 ΑΛ. ἀνάγκη.
109 ΣΩ. ἄλλο τι οὖν, ὃ νυνδὴ ἐγὼ ἠρώτων βέλτιον πρὸς τὸ πολεμεῖν καὶ μή, καὶ οἷς δεῖ καὶ οἷς μή, καὶ ὁπότε καὶ μή, τὸ δικαιότερον τυγχάνει ὄν; ἢ οὔ;
109 ΑΛ. φαίνεταί γε.
109 ΣΩ. πῶς οὖν, ὦ φίλε Ἀλκιβιάδη; πότερον σαυτὸν λέληθας ὅτι οὐκ ἐπίστασαι τοῦτο, ἢ ἐμὲ ἔλαθες μανθάνων καὶ φοιτῶν εἰς διδασκάλου ὅς σε ἐδίδασκε διαγιγνώσκειν τὸ δικαιότερόν τε καὶ ἀδικώτερον; καὶ τίς ἐστιν οὗτος; φράσον καὶ ἐμοί, ἵνα αὐτῷ φοιτητὴν προξενήσῃς καὶ ἐμέ.
109 ΑΛ. σκώπτεις, ὦ Σώκρατες.
109 ΣΩ. οὐ μὰ τὸν Φίλιον τὸν ἐμόν τε καὶ σόν, ὃν ἐγὼ ἥκιστʼ ἂν ἐπιορκήσαιμι· ἀλλʼ εἴπερ ἔχεις, εἰπὲ τίς ἐστιν.
109 ΑΛ. τί δʼ εἰ μὴ ἔχω; οὐκ ἂν οἴει με ἄλλως εἰδέναι περὶ τῶν δικαίων καὶ ἀδίκων;
109 ΣΩ. ναί, εἴ γε εὕροις.
109 ΑΛ. ἀλλʼ οὐκ ἂν εὑρεῖν με ἡγῇ;
109 ΣΩ. καὶ μάλα γε, εἰ ζητήσαις.
109 ΑΛ. εἶτα ζητῆσαι οὐκ ἂν οἴει με;
109 ΣΩ. ἔγωγε, εἰ οἰηθείης γε μὴ εἰδέναι.
109 ΑΛ. εἶτα οὐκ ἦν ὅτʼ εἶχον οὕτω;
110 ΣΩ. καλῶς λέγεις. ἔχεις οὖν εἰπεῖν τοῦτον τὸν χρόνον ὅτε οὐκ ᾤου εἰδέναι τὰ δίκαια καὶ τὰ ἄδικα; φέρε, πέρυσιν ἐζήτεις τε καὶ οὐκ ᾤου εἰδέναι; ἢ ᾤου; καὶ τἀληθῆ ἀποκρίνου, ἵνα μὴ μάτην οἱ διάλογοι γίγνωνται.
110 ΑΛ. ἀλλʼ ᾤμην εἰδέναι.
110 ΣΩ. τρίτον δʼ ἔτος καὶ τέταρτον καὶ πέμπτον οὐχ οὕτως;
110 ΑΛ. ἔγωγε.
110 ΣΩ. ἀλλὰ μὴν τό γε πρὸ τοῦ παῖς ἦσθα. ἦ γάρ;
110 ΑΛ. ναί.
110 ΣΩ. τότε μὲν τοίνυν εὖ οἶδα ὅτι ᾤου εἰδέναι.
110 ΑΛ. πῶς εὖ οἶσθα;
110 ΣΩ. πολλάκις σοῦ ἐν διδασκάλων ἤκουον παιδὸς ὄντος καὶ ἄλλοθι, καὶ ὁπότε ἀστραγαλίζοις ἢ ἄλλην τινὰ παιδιὰν παίζοις, οὐχ ὡς ἀποροῦντος περὶ τῶν δικαίων καὶ ἀδίκων, ἀλλὰ μάλα μέγα καὶ θαρραλέως λέγοντος περὶ ὅτου τύχοις τῶν παίδων ὡς πονηρός τε καὶ ἄδικος εἴη καὶ ὡς ἀδικοῖ· ἢ οὐκ ἀληθῆ λέγω;
110 ΑΛ. ἀλλὰ τί ἔμελλον ποιεῖν, ὦ Σώκρατες, ὁπότε τίς με ἀδικοῖ;
110 ΣΩ. σὺ δʼ εἰ τύχοις ἀγνοῶν εἴτʼ ἀδικοῖο εἴτε μὴ τότε, λέγεις, τί σε χρὴ ποιεῖν;
110 ΑΛ. μὰ Δίʼ ἀλλʼ οὐκ ἠγνόουν ἔγωγε, ἀλλὰ σαφῶς ἐγίγνωσκον ὅτι ἠδικούμην.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme