Thesauros Literature Philosophy Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ Plato
110 ΣΩ. ὤιου ἄρα ἐπίστασθαι καὶ παῖς ὤν, ὡς ἔοικε, τὰ δίκαια καὶ τὰ ἄδικα.
110 ΑΛ. ἔγωγε· καὶ ἠπιστάμην γε.
110 ΣΩ. ἐν ποίῳ χρόνῳ ἐξευρών; οὐ γὰρ δήπου ἐν ᾧ γε ᾤου εἰδέναι.
110 ΑΛ. οὐ δῆτα.
110 ΣΩ. πότε οὖν ἀγνοεῖν ἡγοῦ; σκόπει· οὐ γὰρ εὑρήσεις τοῦτον τὸν χρόνον.
110 ΑΛ. μὰ τὸν Δίʼ, ὦ Σώκρατες, οὔκουν ἔχω γʼ εἰπεῖν.
110 ΣΩ. εὑρὼν μὲν ἄρʼ οὐκ οἶσθα αὐτά.
110 ΑΛ. οὐ πάνυ φαίνομαι.
110 ΣΩ. ἀλλὰ μὴν ἄρτι γε οὐδὲ μαθὼν ἔφησθα εἰδέναι· εἰ δὲ μήθʼ ηὗρες μήτʼ ἔμαθες, πῶς οἶσθα καὶ πόθεν;
110 ΑΛ. ἀλλʼ ἴσως τοῦτό σοι οὐκ ὀρθῶς ἀπεκρινάμην, τὸ φάναι εἰδέναι αὐτὸς ἐξευρών.
110 ΣΩ. τὸ δὲ πῶς εἶχεν;
110 ΑΛ. ἔμαθον οἶμαι καὶ ἐγὼ ὥσπερ καὶ οἱ ἄλλοι.
110 ΣΩ. πάλιν εἰς τὸν αὐτὸν ἥκομεν λόγον. παρὰ τοῦ; φράζε κἀμοί.
110 ΑΛ. παρὰ τῶν πολλῶν.
110 ΣΩ. οὐκ εἰς σπουδαίους γε διδασκάλους καταφεύγεις εἰς τοὺς πολλοὺς ἀναφέρων.
110 ΑΛ. τί δέ; οὐχ ἱκανοὶ διδάξαι οὗτοι;
110 ΣΩ. οὔκουν τὰ πεττευτικά γε καὶ τὰ μή· καίτοι φαυλότερα αὐτὰ οἶμαι τῶν δικαίων εἶναι. τί δέ; σὺ οὐχ οὕτως οἴει;
110 ΑΛ. ναί.
110 ΣΩ. εἶτα τὰ μὲν φαυλότερα οὐχ οἷοί τε διδάσκειν, τὰ δὲ σπουδαιότερα;
110 ΑΛ. οἶμαι ἔγωγε· ἄλλα γοῦν πολλὰ οἷοί τʼ εἰσὶν διδάσκειν σπουδαιότερα τοῦ πεττεύειν.
110 ΣΩ. ποῖα ταῦτα;
111 ΑΛ. οἷον καὶ τὸ ἑλληνίζειν παρὰ τούτων ἔγωγʼ ἔμαθον, καὶ οὐκ ἂν ἔχοιμι εἰπεῖν ἐμαυτοῦ διδάσκαλον, ἀλλʼ εἰς τοὺς αὐτοὺς ἀναφέρω οὓς σὺ φῂς οὐ σπουδαίους εἶναι διδασκάλους.
111 ΣΩ. ἀλλʼ, ὦ γενναῖε, τούτου μὲν ἀγαθοὶ διδάσκαλοι οἱ πολλοί, καὶ δικαίως ἐπαινοῖντʼ ἂν αὐτῶν εἰς διδασκαλίαν.
111 ΑΛ. τί δή;
111 ΣΩ. ὅτι ἔχουσι περὶ αὐτὰ ἃ χρὴ τοὺς ἀγαθοὺς διδασκάλους ἔχειν.
111 ΑΛ. τί τοῦτο λέγεις;
111 ΣΩ. οὐκ οἶσθʼ ὅτι χρὴ τοὺς μέλλοντας διδάσκειν ὁτιοῦν αὐτοὺς πρῶτον εἰδέναι; ἢ οὔ;
111 ΑΛ. πῶς γὰρ οὔ;
111 ΣΩ. οὐκοῦν τοὺς εἰδότας ὁμολογεῖν τε ἀλλήλοις καὶ μὴ διαφέρεσθαι;
111 ΑΛ. ναί.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme