Thesauros Literature Philosophy Ἵππαρχος

Ἵππαρχος

Ἵππαρχος Plato
226 ΣΩ. ἀλλὰ στρατηγὸς γιγνώσκων ὅτι ἡ στρατιὰ αὐτῷ οὐδενὸς ἄξια ὅπλα ἔχει, οἴεται ἀπὸ τούτων κερδαίνειν καὶ ἀξιοῖ κερδαίνειν;
226 ΕΤ. οὐδαμῶς.
226 ΣΩ. ἀλλʼ αὐλητὴς αὐλοὺς οὐδενὸς ἀξίους ἔχων ἢ κιθαριστὴς λύραν ἢ τοξότης τόξον ἢ ἄλλος ὁστισοῦν συλλήβδην τῶν δημιουργῶν ἢ τῶν ἄλλων τῶν ἐμφρόνων ἀνδρῶν μηδενὸς ἄξια ὄργανα ἢ ἄλλην παρασκευὴν ἡντιναοῦν ἔχων ἀπὸ τούτων οἴεται κερδαίνειν;
226 ΕΤ. οὔκουν φαίνεταί γε.
226 ΣΩ. τίνας οὖν ποτε λέγεις τοὺς φιλοκερδεῖς; οὐ γάρ που τούτους γε οὓς διεληλύθαμεν, ἀλλʼ οἵτινες γιγνώσκοντες τὰ οὐδενὸς ἄξια ἀπὸ τούτων οἴονται δεῖν κερδαίνειν· ἀλλʼ οὕτω μέν, ὦ θαυμάσιε, ὡς σὺ λέγεις, οὐκ ἔστʼ ἀνθρώπων οὐδεὶς φιλοκερδής.
226 ΕΤ. ἀλλʼ ἐγώ, ὦ Σώκρατες, βούλομαι λέγειν τούτους φιλοκερδεῖς εἶναι, οἳ ἑκάστοτε ὑπὸ ἀπληστίας καὶ πάνυ σμικρὰ καὶ ὀλίγου ἄξια καὶ οὐδενὸς γλίχονται ὑπερφυῶς καὶ φιλοκερδοῦσιν.
226 ΣΩ. οὐ δήπου, ὦ βέλτιστε, γιγνώσκοντες ὅτι οὐδενὸς ἄξιά ἐστιν· τοῦτο μὲν γὰρ ἤδη ἡμᾶς αὐτοὺς τῷ λόγῳ ἐξηλέγξαμεν ὅτι ἀδύνατον.
226 ΕΤ. ἔμοιγε δοκεῖ.
226 ΣΩ. οὐκοῦν εἰ μὴ γιγνώσκοντες, δῆλον ὅτι ἀγνοοῦντες, οἰόμενοι δὲ τὰ οὐδενὸς ἄξια πολλοῦ ἄξια εἶναι.
226 ΕΤ. φαίνεται.
226 ΣΩ. ἄλλο τι οὖν οἵ γε φιλοκερδεῖς φιλοῦσι τὸ κέρδος;
226 ΕΤ. ναί.
226 ΣΩ. κέρδος δὲ λέγεις ἐναντίον τῇ ζημίᾳ;
227 ΕΤ. ἔγωγε.
227 ΣΩ. ἔστιν οὖν ὅτῳ ἀγαθόν ἐστι ζημιοῦσθαι;
227 ΕΤ. οὐδενί.
227 ΣΩ. ἀλλὰ κακόν;
227 ΕΤ. ναί.
227 ΣΩ. βλάπτονται ὑπὸ τῆς ζημίας ἄρα ἄνθρωποι.
227 ΕΤ. βλάπτονται.
227 ΣΩ. κακὸν ἄρα ἡ ζημία.
227 ΕΤ. ναί.
227 ΣΩ. ἐναντίον δὲ τῇ ζημίᾳ τὸ κέρδος.
227 ΕΤ. ἐναντίον.
227 ΣΩ. ἀγαθὸν ἄρα τὸ κέρδος.
227 ΕΤ. ναί.
227 ΣΩ. τοὺς οὖν τὸ ἀγαθὸν φιλοῦντας φιλοκερδεῖς καλεῖς.
227 ΕΤ. ἔοικεν.
227 ΣΩ. οὐ μανικούς γε, ὦ ἑταῖρε, λέγεις τοὺς φιλοκερδεῖς. ἀλλὰ σὺ αὐτὸς πότερον φιλεῖς ὃ ἂν ἀγαθὸν ᾖ, ἢ οὐ φιλεῖς;
227 ΕΤ. ἔγωγε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme