Thesauros Literature Philosophy Ἵππαρχος

Ἵππαρχος

Ἵππαρχος Plato
227 ΣΩ. ἔστι δέ τι ἀγαθόν, ὃ οὐ φιλεῖς, ἀλλὰ κακόν;
227 ΕΤ. μὰ Δίʼ οὐκ ἔγωγε.
227 ΣΩ. ἀλλὰ πάντα τὰ ἀγαθὰ ἴσως φιλεῖς.
227 ΕΤ. ναί.
227 ΣΩ. ἐροῦ δὴ καὶ ἐμὲ εἰ οὐ καὶ ἐγώ· ὁμολογήσω γὰρ καὶ ἐγώ σοι φιλεῖν τἀγαθά. ἀλλὰ πρὸς ἐμοὶ καὶ σοὶ οἱ ἄλλοι ἄνθρωποι ἅπαντες οὐ δοκοῦσί σοι τἀγαθὰ φιλεῖν, τὰ δὲ κακὰ μισεῖν;
227 ΕΤ. ἔμοιγε φαίνεται.
227 ΣΩ. τὸ δὲ κέρδος ἀγαθὸν ὡμολογήσαμεν;
227 ΕΤ. ναί.
227 ΣΩ. πάντες αὖ φιλοκερδεῖς φαίνονται τοῦτον τὸν τρόπον· ὃν δὲ τὸ πρότερον ἐλέγομεν, οὐδεὶς ἦν φιλοκερδής. ποτέρῳ οὖν ἄν τις τῷ λόγῳ χρώμενος οὐκ ἂν ἐξαμαρτάνοι;
227 ΕΤ. εἴ τις, ὦ Σώκρατες οἶμαι ὀρθῶς λαμβάνοι τὸν φιλοκερδῆ. ὀρθῶς δʼ ἐστὶ τοῦτον ἡγεῖσθαι φιλοκερδῆ, ὃς ἂν σπουδάζῃ ἐπὶ τούτοις καὶ ἀξιοῖ κερδαίνειν ἀπʼ αὐτῶν, ἀφʼ ὧν οἱ χρηστοὶ οὐ τολμῶσι κερδαίνειν.
227 ΣΩ. ἀλλʼ ὁρᾷς, ὦ γλυκύτατε, τὸ κερδαίνειν ἄρτι ὡμολογήσαμεν εἶναι ὠφελεῖσθαι.
227 ΕΤ. τί οὖν δὴ τοῦτο;
227 ΣΩ. ὅτι καὶ τόδε αὐτῷ προσωμολογήσαμεν, βούλεσθαι τὰ ἀγαθὰ πάντας καὶ ἀεί.
227 ΕΤ. ναί.
227 ΣΩ. οὐκοῦν καὶ οἱ ἀγαθοὶ πάντα τὰ κέρδη βούλονται ἔχειν, εἴπερ ἀγαθά γέ ἐστιν.
227 ΕΤ. οὐκ ἀφʼ ὧν γε μέλλουσιν, ὦ Σώκρατες, βλαβήσεσθαι τῶν κερδῶν.
227 ΣΩ. βλαβήσεσθαι δὲ λέγεις ζημιώσεσθαι ἢ ἄλλο τι;
227 ΕΤ. οὔκ, ἀλλὰ ζημιώσεσθαι λέγω.
227 ΣΩ. ὑπὸ τοῦ κέρδους οὖν ζημιοῦνται ἢ ὑπὸ τῆς ζημίας ἄνθρωποι;
227 ΕΤ. ὑπὸ ἀμφοτέρων· καὶ γὰρ ὑπὸ τῆς ζημίας ζημιοῦνται καὶ ὑπὸ τοῦ κέρδους τοῦ πονηροῦ.
227 ΣΩ. ἦ δοκεῖ οὖν τί σοι χρηστὸν καὶ ἀγαθὸν πρᾶγμα πονηρὸν εἶναι;
227 ΕΤ. οὐκ ἔμοιγε.
228 ΣΩ. οὐκοῦν ὡμολογήσαμεν ὀλίγον πρότερον τὸ κέρδος τῇ ζημίᾳ κακῷ ὄντι ἐναντίον εἶναι;
228 ΕΤ. φημί.
228 ΣΩ. ἐναντίον δὲ ὂν κακῷ ἀγαθὸν εἶναι;
228 ΕΤ. ὡμολογήσαμεν γάρ.
228 ΣΩ. ὁρᾷς οὖν, ἐπιχειρεῖς με ἐξαπατᾶν, ἐπίτηδες ἐναντία λέγων οἷς ἄρτι ὡμολογήσαμεν.
228 ΕΤ. οὐ μὰ Δία, ὦ Σώκρατες, ἀλλὰ τοὐναντίον σύ με ἐξαπατᾷς καὶ οὐκ οἶδα ὅπῃ ἐν τοῖς λόγοις ἄνω καὶ κάτω στρέφεις.
228 ΣΩ. εὐφήμει· οὐ μεντἂν καλῶς ποιοίην οὐ πειθόμενος ἀνδρὶ ἀγαθῷ καὶ σοφῷ.
228 ΕΤ. τίνι τούτῳ; καὶ τί μάλιστα;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme