Thesauros Literature Philosophy Ἵππαρχος

Ἵππαρχος

Ἵππαρχος Plato
231 ΣΩ. τὸ δὲ ἄξιον αὖ λέγεις κεκτῆσθαι τὸ ἀνωφελὲς ἢ τὸ ὠφέλιμον;
231 ΕΤ. τὸ ὠφέλιμον δήπου.
232 ΣΩ. οὐκοῦν τὸ ὠφέλιμον ἀγαθόν ἐστιν;
232 ΕΤ. ναί.
232 ΣΩ. οὐκοῦν, ὦ ἀνδρειότατε πάντων, οὐ τὸ κερδαλέον ἀγαθὸν αὖ πάλιν τρίτον ἢ τέταρτον ἥκει ἡμῖν ὁμολογούμενον;
232 ΕΤ. ἔοικεν.
232 ΣΩ. μνημονεύεις οὖν ὅθεν ἡμῖν οὗτος ὁ λόγος γέγονεν;
232 ΕΤ. οἶμαί γε.
232 ΣΩ. εἰ δὲ μή, ἐγώ σε ὑπομνήσω. ἠμφεσβήτησάς μοι τοὺς ἀγαθοὺς μὴ πάντα τὰ κέρδη βούλεσθαι κερδαίνειν, ἀλλὰ τῶν κερδῶν τἀγαθά, τὰ δὲ πονηρὰ μή.
232 ΕΤ. ναίχι.
232 ΣΩ. οὐκοῦν νῦν πάντα τὰ κέρδη ὁ λόγος ἡμᾶς ἠνάγκακε καὶ σμικρὰ καὶ μεγάλα ὁμολογεῖν ἀγαθὰ εἶναι;
232 ΕΤ. ἠνάγκακε γάρ, ὦ Σώκρατες, μᾶλλον ἐμέ γε ἢ πέπεικεν.
232 ΣΩ. ἀλλʼ ἴσως μετὰ τοῦτο καὶ πείσειεν ἄν· νῦν δʼ οὖν, εἴτε πέπεισαι εἴτε ὁπωσδὴ ἔχεις, σύμφῃς γοῦν ἡμῖν πάντα τὰ κέρδη ἀγαθὰ εἶναι, καὶ σμικρὰ καὶ μεγάλα.
232 ΕΤ. ὁμολογῶ γὰρ οὖν.
232 ΣΩ. τοὺς δὲ χρηστοὺς ἀνθρώπους βούλεσθαι τἀγαθὰ ὁμολογεῖς ἅπαντα ἅπαντας· ἢ οὔ;
232 ΕΤ. ὁμολογῶ.
232 ΣΩ. ἀλλὰ μὲν δὴ τούς γε πονηροὺς αὐτὸς εἶπες ὅτι καὶ σμικρὰ καὶ μεγάλα κέρδη φιλοῦσιν.
232 ΕΤ. εἶπον.
232 ΣΩ. οὐκοῦν κατὰ τὸν σὸν λόγον πάντες ἄνθρωποι φιλοκερδεῖς ἂν εἶεν, καὶ οἱ χρηστοὶ καὶ οἱ πονηροί.
232 ΕΤ. φαίνεται.
232 ΣΩ. οὐκ ἄρα ὀρθῶς ὀνειδίζει, εἴ τίς τῳ ὀνειδίζει φιλοκερδεῖ εἶναι· τυγχάνει γὰρ καὶ ὁ ταῦτα ὀνειδίζων αὐτὸς τοιοῦτος ὤν.
← Previous 8 / 8

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme