Thesauros Literature Philosophy Θεάγης

Θεάγης

Θεάγης Plato
123 ΘΕ. οἶδεν καὶ οὗτος, ὦ Σώκρατες—ἐπεὶ πολλάκις ἐγὼ αὐτῷ εἴρηκα—ἀλλὰ ταῦτα ἐξεπίτηδες πρὸς σὲ λέγει, ὡς δὴ οὐκ εἰδὼς οὗ ἐγὼ ἐπιθυμῶ· τοιαῦτα γὰρ ἕτερα καὶ πρὸς ἐμὲ μάχεταί τε καὶ οὐκ ἐθέλει με οὐδενὶ συστῆσαι.
123 ΣΩ. ἀλλὰ τὰ μὲν ἔμπροσθέν σοι ἦν πρὸς τοῦτον ῥηθέντα ὥσπερ ἄνευ μαρτύρων λεγόμενα· νυνὶ δὲ ἐμὲ ποίησαι μάρτυρα, καὶ ἐναντίον ἐμοῦ κάτειπε τίς ἐστιν αὕτη ἡ σοφία ἧς ἐπιθυμεῖς. φέρε γάρ, εἰ ἐπεθύμεις ταύτης ᾗ οἱ ἄνθρωποι τὰ πλοῖα κυβερνῶσιν, καὶ ἐγώ σε ἐτύγχανον ἀνερωτῶν· ὦ Θέαγες, τίνος ἐνδεὴς ὢν σοφίας μέμφῃ τῷ πατρὶ ὅτι οὐκ ἐθέλει σε συνιστάναι παρʼ ὧν ἂν σὺ σοφὸς γένοιο; τί ἄν μοι ἀπεκρίνω; τίνα αὐτὴν εἶναι; ἆρα οὐ κυβερνητικήν;
123 ΘΕ. ναί.
123 ΣΩ. εἰ δὲ ἐπιθυμῶν ταύτην τὴν σοφίαν εἶναι σοφὸς ᾗ τὰ ἅρματα κυβερνῶσιν εἶτʼ ἐμέμφου τῷ πατρί, ἐμοῦ αὖ ἐρωτῶντος τίς ἐστιν αὕτη ἡ σοφία, τίνα ἂν ἀπεκρίνω αὐτὴν εἶναι; ἆρʼ οὐχὶ ἡνιοχικήν;
123 ΘΕ. ναί.
123 ΣΩ. ἧς δὲ δὴ νῦν τυγχάνεις ἐπιθυμῶν, πότερον ἀνώνυμός τίς ἐστιν ἢ ἔχει ὄνομα;
123 ΘΕ. οἶμαι ἔγωγε ἔχειν.
123 ΣΩ. πότερον οὖν αὐτὴν μὲν οἶσθα, οὐ μέντοι τό γε ὄνομα, ἢ καὶ τὸ ὄνομα;
123 ΘΕ. καὶ τὸ ὄνομα ἔγωγε.
123 ΣΩ. τί οὖν ἔστιν; εἰπέ.
123 ΘΕ. τί δὲ ἄλλο, ὦ Σώκρατες, αὐτῇ ὄνομά τις φαίη ἂν εἶναι ἀλλʼ ἢ σοφίαν;
123 ΣΩ. οὐκοῦν καὶ ἡ ἡνιοχεία σοφία ἐστίν; ἢ ἀμαθία δοκεῖ σοι εἶναι;
123 ΘΕ. οὐκ ἔμοιγε.
123 ΣΩ. ἀλλὰ σοφία;
123 ΘΕ. ναί.
123 ΣΩ. ἧι τί χρώμεθα; οὐχ ᾗ ἵππων ἐπιστάμεθα ζεύγους ἄρχειν;
123 ΘΕ. ναί.
123 ΣΩ. οὐκοῦν καὶ ἡ κυβερνητικὴ σοφία ἐστίν;
123 ΘΕ. ἔμοιγε δοκεῖ.
123 ΣΩ. ἆρʼ οὐχ αὕτη ᾗ πλοίων ἐπιστάμεθα ἄρχειν;
123 ΘΕ. αὕτη μὲν οὖν.
123 ΣΩ. ἧς δὲ δὴ σὺ ἐπιθυμεῖς ἡ σοφία τίς ἐστιν; ᾗ τίνος ἐπιστάμεθα ἄρχειν;
123 ΘΕ. ἐμοὶ μὲν δοκεῖ, ᾗ τῶν ἀνθρώπων.
123 ΣΩ. μῶν ᾗ τῶν καμνόντων;
123 ΘΕ. οὐ δῆτα.
123 ΣΩ. ἰατρικὴ γὰρ αὕτη ἐστίν· ἦ γάρ;
123 ΘΕ. ναί.
123 ΣΩ. ἀλλʼ ᾗ τῶν ᾀδόντων ἐπιστάμεθα ἐν τοῖς χοροῖς ἄρχειν;
123 ΘΕ. οὔ.
123 ΣΩ. μουσικὴ γὰρ αὕτη γε;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme