128
ΘΕ. ὁρᾷς, ὦ πάτερ; ὁ Σωκράτης οὐ πάνυ μοι δοκεῖ τι ἔτι ἐθέλειν ἐμοὶ συνδιατρίβειν—ἐπεὶ τό γʼ ἐμὸν ἕτοιμον, ἐὰν οὗτος ἐθέλῃ—ἀλλὰ ταῦτα παίζων πρὸς ἡμᾶς λέγει. ἐπεὶ ἐγὼ οἶδα τῶν ἐμῶν ἡλικιωτῶν καὶ ὀλίγῳ πρεσβυτέρων οἳ πρὶν μὲν τούτῳ συνεῖναι οὐδενὸς ἄξιοι ἦσαν, ἐπειδὴ δὲ συνεγένοντο τούτῳ, ἐν πάνυ ὀλίγῳ χρόνῳ πάντων βελτίους φαίνονται ὧν πρότερον χείρους.
128
ΣΩ. οἶσθα οὖν οἷον τοῦτό ἐστιν, ὦ παῖ Δημοδόκου;
128
ΘΕ. ναὶ μὰ Δία ἔγωγε, ὅτι, ἐὰν σὺ βούλῃ, καὶ ἐγὼ οἷός τʼ ἔσομαι τοιοῦτος γενέσθαι οἷοίπερ καὶ ἐκεῖνοι.
128
ΣΩ. οὔκ, ὠγαθέ, ἀλλά σε λέληθεν οἷον τοῦτʼ ἔστιν, ἐγὼ δέ σοι φράσω. ἔστι γάρ τι θείᾳ μοίρᾳ παρεπόμενον ἐμοὶ ἐκ παιδὸς ἀρξάμενον δαιμόνιον. ἔστι δὲ τοῦτο φωνή, ἣ ὅταν γένηται ἀεί μοι σημαίνει, ὃ ἂν μέλλω πράττειν, τούτου ἀποτροπήν, προτρέπει δὲ οὐδέποτε· καὶ ἐάν τίς μοι τῶν φίλων ἀνακοινῶται καὶ γένηται ἡ φωνή, ταὐτὸν τοῦτο, ἀποτρέπει καὶ οὐκ ἐᾷ πράττειν. καὶ τούτων ὑμῖν μάρτυρας παρέξομαι. Χαρμίδην γὰρ τουτονὶ γιγνώσκετε τὸν καλὸν γενόμενον, τὸν Γλαύκωνος· οὗτός ποτε ἐτύγχανε ἐμοὶ ἀνακοινούμενος μέλλων ἀσκήσειν στάδιον εἰς Νεμέαν, καὶ εὐθὺς αὐτοῦ ἀρχομένου λέγειν ὅτι μέλλοι ἀσκεῖν ἐγένετο ἡ φωνή, καὶ ἐγὼ διεκώλυόν τε αὐτὸν καὶ εἶπον ὅτι λέγοντός σου μεταξὺ γέγονέ μοι ἡ φωνὴ ἡ τοῦ δαιμονίου· ἀλλὰ μὴ ἄσκει. ἴσως, ἔφη, σημαίνει σοι ὅτι οὐ νικήσω· ἐγὼ δὲ κἂν μὴ μέλλω νικᾶν, γυμνασάμενός γε τοῦτον τὸν χρόνον ὠφεληθήσομαι.
129
ΣΩ. ταῦτα εἰπὼν ἤσκει· ἄξιον οὖν πυθέσθαι αὐτοῦ ἃ αὐτῷ συνέβη ἀπὸ ταύτης τῆς ἀσκήσεως. εἰ δὲ βούλεσθε, τὸν Τιμάρχου ἀδελφὸν Κλειτόμαχον ἔρεσθε τί εἶπεν αὐτῷ Τίμαρχος ἡνίκα ἀποθανούμενος ᾔει εὐθὺ τοῦ δαιμονίου, ἐκεῖνός τε καὶ Εὔαθλος ὁ σταδιοδρομῶν ὃς Τίμαρχον ὑπεδέξατο φεύγοντα· ἐρεῖ γὰρ ὑμῖν ὅτι εἶπεν αὐτῷ ταυτί.
129
ΘΕ. τί;