Thesauros Literature Philosophy Λάχης

Λάχης

Λάχης Plato
195 ΛΑ. ὡς ἄτοπα λέγει, ὦ Σώκρατες.
195 ΣΩ. πρὸς τί τοῦτʼ εἶπες βλέψας, ὦ Λάχης;
195 ΛΑ. πρὸς ὅτι; χωρὶς δήπου σοφία ἐστὶν ἀνδρείας.
195 ΣΩ. οὔκουν φησί γε Νικίας.
195 ΛΑ. οὐ μέντοι μὰ Δία· ταῦτά τοι καὶ ληρεῖ.
195 ΣΩ. οὐκοῦν διδάσκωμεν αὐτὸν ἀλλὰ μὴ λοιδορῶμεν.
195 ΝΙ. οὔκ, ἀλλά μοι δοκεῖ, ὦ Σώκρατες, Λάχης ἐπιθυμεῖν κἀμὲ φανῆναι μηδὲν λέγοντα, ὅτι καὶ αὐτὸς ἄρτι τοιοῦτός τις ἐφάνη.
195 ΛΑ. πάνυ μὲν οὖν, ὦ Νικία, καὶ πειράσομαί γε ἀποφῆναι· οὐδὲν γὰρ λέγεις. ἐπεὶ αὐτίκα ἐν ταῖς νόσοις οὐχ οἱ ἰατροὶ τὰ δεινὰ ἐπίστανται; ἢ οἱ ἀνδρεῖοι δοκοῦσί σοι ἐπίστασθαι; ἢ τοὺς ἰατροὺς σὺ ἀνδρείους καλεῖς;
195 ΝΙ. οὐδʼ ὁπωστιοῦν.
195 ΛΑ. οὐδέ γε τοὺς γεωργοὺς οἶμαι. καίτοι τά γε ἐν τῇ γεωργίᾳ δεινὰ οὗτοι δήπου ἐπίστανται, καὶ οἱ ἄλλοι δημιουργοὶ ἅπαντες τὰ ἐν ταῖς αὑτῶν τέχναις δεινά τε καὶ θαρραλέα ἴσασιν· ἀλλʼ οὐδέν τι μᾶλλον οὗτοι ἀνδρεῖοί εἰσιν.
195 ΣΩ. τί δοκεῖ Λάχης λέγειν, ὦ Νικία; ἔοικεν μέντοι λέγειν τι.
195 ΝΙ. καὶ γὰρ λέγει γέ τι, οὐ μέντοι ἀληθές γε.
195 ΣΩ. πῶς δή;
195 ΝΙ. ὅτι οἴεται τοὺς ἰατροὺς πλέον τι εἰδέναι περὶ τοὺς κάμνοντας ἢ τὸ ὑγιεινὸν εἰπεῖν οἷόν τε καὶ νοσῶδες. οἱ δὲ δήπου τοσοῦτον μόνον ἴσασιν· εἰ δὲ δεινόν τῳ τοῦτό ἐστιν τὸ ὑγιαίνειν μᾶλλον ἢ τὸ κάμνειν, ἡγῇ σὺ τουτί, ὦ Λάχης, τοὺς ἰατροὺς ἐπίστασθαι; ἢ οὐ πολλοῖς οἴει ἐκ τῆς νόσου ἄμεινον εἶναι μὴ ἀναστῆναι ἢ ἀναστῆναι; τοῦτο γὰρ εἰπέ· σὺ πᾶσι φῂς ἄμεινον εἶναι ζῆν καὶ οὐ πολλοῖς κρεῖττον τεθνάναι;
195 ΛΑ. οἶμαι ἔγωγε τοῦτό γε.
195 ΝΙ. οἷς οὖν τεθνάναι λυσιτελεῖ, ταὐτὰ οἴει δεινὰ εἶναι καὶ οἷς ζῆν;
195 ΛΑ. οὐκ ἔγωγε.
195 ΝΙ. ἀλλὰ τοῦτο δὴ σὺ δίδως τοῖς ἰατροῖς γιγνώσκειν ἢ ἄλλῳ τινὶ δημιουργῷ πλὴν τῷ τῶν δεινῶν καὶ μὴ δεινῶν ἐπιστήμονι, ὃν ἐγὼ ἀνδρεῖον καλῶ;
195 ΣΩ. κατανοεῖς, ὦ Λάχης, ὅτι λέγει;
195 ΛΑ. ἔγωγε, ὅτι γε τοὺς μάντεις καλεῖ τοὺς ἀνδρείους· τίς γὰρ δὴ ἄλλος εἴσεται ὅτῳ ἄμεινον ζῆν ἢ τεθνάναι; καίτοι σύ, ὦ Νικία, πότερον ὁμολογεῖς μάντις εἶναι ἢ οὔτε μάντις οὔτε ἀνδρεῖος;
195 ΝΙ. τί δέ; μάντει αὖ οἴει προσήκει τὰ δεινὰ γιγνώσκειν καὶ τὰ θαρραλέα;
195 ΛΑ. ἔγωγε· τίνι γὰρ ἄλλῳ;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme