Thesauros Literature Philosophy Λάχης

Λάχης

Λάχης Plato
197 ΣΩ. πρέπει μέν που, ὦ μακάριε, τῶν μεγίστων προστατοῦντι μεγίστης φρονήσεως μετέχειν· δοκεῖ δέ μοι Νικίας ἄξιος εἶναι ἐπισκέψεως, ὅποι ποτὲ βλέπων τοὔνομα τοῦτο τίθησι τὴν ἀνδρείαν.
197 ΛΑ. αὐτὸς τοίνυν σκόπει, ὦ Σώκρατες.
197 ΣΩ. τοῦτο μέλλω ποιεῖν, ὦ ἄριστε· μὴ μέντοι οἴου με ἀφήσειν σε τῆς κοινωνίας τοῦ λόγου, ἀλλὰ πρόσεχε τὸν νοῦν καὶ συσκόπει τὰ λεγόμενα.
197 ΛΑ. ταῦτα δὴ ἔστω, εἰ δοκεῖ χρῆναι.
198 ΣΩ. ἀλλὰ δοκεῖ. σὺ δέ, Νικία, λέγε ἡμῖν πάλιν ἐξ ἀρχῆς· οἶσθʼ ὅτι τὴν ἀνδρείαν κατʼ ἀρχὰς τοῦ λόγου ἐσκοποῦμεν ὡς μέρος ἀρετῆς σκοποῦντες;
198 ΝΙ. πάνυ γε.
198 ΣΩ. οὐκοῦν καὶ σὺ τοῦτο ἀπεκρίνω ὡς μόριον, ὄντων δὴ καὶ ἄλλων μερῶν, ἃ σύμπαντα ἀρετὴ κέκληται;
198 ΝΙ. πῶς γὰρ οὔ;
198 ΣΩ. ἆρʼ οὖν ἅπερ ἐγὼ καὶ σὺ ταῦτα λέγεις; ἐγὼ δὲ καλῶ πρὸς ἀνδρείᾳ σωφροσύνην καὶ δικαιοσύνην καὶ ἄλλʼ ἄττα τοιαῦτα. οὐ καὶ σύ;
198 ΝΙ. πάνυ μὲν οὖν.
198 ΣΩ. ἔχε δή. ταῦτα μὲν γὰρ ὁμολογοῦμεν, περὶ δὲ τῶν δεινῶν καὶ θαρραλέων σκεψώμεθα, ὅπως μὴ σὺ μὲν ἄλλʼ ἄττα ἡγῇ, ἡμεῖς δὲ ἄλλα. ἃ μὲν οὖν ἡμεῖς ἡγούμεθα, φράσομέν σοι· σὺ δὲ ἂν μὴ ὁμολογῇς, διδάξεις. ἡγούμεθα δʼ ἡμεῖς δεινὰ μὲν εἶναι ἃ καὶ δέος παρέχει, θαρραλέα δὲ ἃ μὴ δέος παρέχει—δέος δὲ παρέχει οὐ τὰ γεγονότα οὐδὲ τὰ παρόντα τῶν κακῶν, ἀλλὰ τὰ προσδοκώμενα· δέος γὰρ εἶναι προσδοκίαν μέλλοντος κακοῦ—ἢ οὐχ οὕτω καὶ συνδοκεῖ, ὦ Λάχης;
198 ΛΑ. πάνυ γε σφόδρα, ὦ Σώκρατες.
198 ΣΩ. τὰ μὲν ἡμέτερα τοίνυν, ὦ Νικία, ἀκούεις, ὅτι δεινὰ μὲν τὰ μέλλοντα κακά φαμεν εἶναι, θαρραλέα δὲ τὰ μὴ κακὰ ἢ ἀγαθὰ μέλλοντα· σὺ δὲ ταύτῃ ἢ ἄλλῃ περὶ τούτων λέγεις;
198 ΝΙ. ταύτῃ ἔγωγε.
198 ΣΩ. τούτων δέ γε τὴν ἐπιστήμην ἀνδρείαν προσαγορεύεις;
198 ΝΙ. κομιδῇ γε.
198 ΣΩ. ἔτι δὴ τὸ τρίτον σκεψώμεθα εἰ συνδοκεῖ σοί τε καὶ ἡμῖν.
198 ΝΙ. τὸ ποῖον δὴ τοῦτο;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme