292
ΣΩ. τί δὲ ἡ ὑμετέρα τέχνη ἡ γεωργία; πάντων ἄρχουσα ὧν ἄρχει, τί ἔργον ἀπεργάζεται; οὐ τὴν τροφὴν ἂν φαίης τὴν ἐκ τῆς γῆς παρέχειν ἡμῖν;
292
ΚΡ. ἔγωγε.
292
ΣΩ. τί δὲ ἡ βασιλικὴ πάντων ἄρχουσα ὧν ἄρχει; τί ἀπεργάζεται; ἴσως οὐ πάνυ γʼ εὐπορεῖς.
292
ΚΡ. μὰ τὸν Δία, ὦ Σώκρατες.
292
ΣΩ. οὐδὲ γὰρ ἡμεῖς, ὦ Κρίτων· ἀλλὰ τοσόνδε γε οἶσθα, ὅτι εἴπερ ἐστὶν αὕτη ἣν ἡμεῖς ζητοῦμεν, ὠφέλιμον αὐτὴν δεῖ εἶναι.
292
ΚΡ. πάνυ γε.
292
ΣΩ. οὐκοῦν ἀγαθόν γέ τι δεῖ ἡμῖν αὐτὴν παραδιδόναι;
292
ΚΡ. ἀνάγκη, ὦ Σώκρατες.
292
ΣΩ. ἀγαθὸν δέ γέ που ὡμολογήσαμεν ἀλλήλοις ἐγώ τε καὶ Κλεινίας οὐδὲν εἶναι ἄλλο ἢ ἐπιστήμην τινά.
292
ΚΡ. ναί, οὕτως ἔλεγες.
292
ΣΩ. οὐκοῦν τὰ μὲν ἄλλα ἔργα, ἃ φαίη ἄν τις πολιτικῆς εἶναι—πολλὰ δέ που ταῦτʼ ἂν εἴη, οἷον πλουσίους τοὺς πολίτας παρέχειν καὶ ἐλευθέρους καὶ ἀστασιάστους—πάντα ταῦτα οὔτε κακὰ οὔτε ἀγαθὰ ἐφάνη, ἔδει δὲ σοφοὺς ποιεῖν καὶ ἐπιστήμης μεταδιδόναι, εἴπερ ἔμελλεν αὕτη εἶναι ἡ ὠφελοῦσά τε καὶ εὐδαίμονας ποιοῦσα.
292
ΚΡ. ἔστι ταῦτα· τότε γοῦν οὕτως ὑμῖν ὡμολογήθη, ὡς σὺ τοὺς λόγους ἀπήγγειλας.
292
ΣΩ. ἆρʼ οὖν ἡ βασιλικὴ σοφοὺς ποιεῖ τοὺς ἀνθρώπους καὶ ἀγαθούς;
292
ΚΡ. τί γὰρ κωλύει, ὦ Σώκρατες;
292
ΣΩ. ἀλλʼ ἆρα πάντας καὶ πάντα ἀγαθούς; καὶ πᾶσαν ἐπιστήμην, σκυτοτομικήν τε καὶ τεκτονικὴν καὶ τὰς ἄλλας ἁπάσας, αὕτη ἡ παραδιδοῦσά ἐστιν;
292
ΚΡ. οὐκ οἶμαι ἔγωγε, ὦ Σώκρατες.
292
ΣΩ. ἀλλὰ τίνα δὴ ἐπιστήμην; ᾗ τί χρησόμεθα; τῶν μὲν γὰρ ἔργων οὐδενὸς δεῖ αὐτὴν δημιουργὸν εἶναι τῶν μήτε κακῶν μήτε ἀγαθῶν, ἐπιστήμην δὲ παραδιδόναι μηδεμίαν ἄλλην ἢ αὐτὴν ἑαυτήν. λέγωμεν δὴ οὖν τίς ποτέ ἐστιν αὕτη, ᾗ τί χρησόμεθα; βούλει φῶμεν, ὦ Κρίτων, ᾗ ἄλλους ἀγαθοὺς ποιήσομεν;
292
ΚΡ. πάνυ γε.
292
ΣΩ. οἳ τί ἔσονται ἡμῖν ἀγαθοὶ καὶ τί χρήσιμοι; ἢ ἔτι λέγωμεν ὅτι ἄλλους ποιήσουσιν, οἱ δὲ ἄλλοι ἐκεῖνοι ἄλλους; ὅτι δέ ποτε ἀγαθοί εἰσιν, οὐδαμοῦ ἡμῖν φαίνονται, ἐπειδήπερ τὰ ἔργα τὰ λεγόμενα εἶναι τῆς πολιτικῆς ἠτιμάσαμεν, ἀλλʼ ἀτεχνῶς τὸ λεγόμενον ὁ Διὸς Κόρινθος γίγνεται, καὶ ὅπερ ἔλεγον, τοῦ ἴσου ἡμῖν ἐνδεῖ ἢ ἔτι πλέονος πρὸς τὸ εἰδέναι τίς ποτέ ἐστιν ἡ ἐπιστήμη ἐκείνη ἣ ἡμᾶς εὐδαίμονας ποιήσει;
292
ΚΡ. νὴ τὸν Δία, ὦ Σώκρατες, εἰς πολλήν γε ἀπορίαν, ὡς ἔοικεν, ἀφίκεσθε.