271
ΚΡ. τίς ἦν, ὦ Σώκρατες, ᾧ χθὲς ἐν Λυκείῳ διελέγου; ἦ πολὺς ὑμᾶς ὄχλος περιειστήκει, ὥστʼ ἔγωγε βουλόμενος ἀκούειν προσελθὼν οὐδὲν οἷός τʼ ἦ ἀκοῦσαι σαφές· ὑπερκύψας μέντοι κατεῖδον, καί μοι ἔδοξεν εἶναι ξένος τις ᾧ διελέγου. τίς ἦν;
271
ΣΩ. πότερον καὶ ἐρωτᾷς, ὦ Κρίτων; οὐ γὰρ εἷς ἀλλὰ δύʼ ἤστην.
271
ΚΡ. ὃν μὲν ἐγὼ λέγω, ἐκ δεξιᾶς τρίτος ἀπὸ σοῦ καθῆστο· ἐν μέσῳ δʼ ὑμῶν τὸ Ἀξιόχου μειράκιον ἦν. καὶ μάλα πολύ, ὦ Σώκρατες, ἐπιδεδωκέναι μοι ἔδοξεν, καὶ τοῦ ἡμετέρου οὐ πολύ τι τὴν ἡλικίαν διαφέρειν Κριτοβούλου. ἀλλʼ ἐκεῖνος μὲν σκληφρός, οὗτος δὲ προφερὴς καὶ καλὸς καὶ ἀγαθὸς τὴν ὄψιν.
271
ΣΩ. Εὐθύδημος οὗτός ἐστιν, ὦ Κρίτων, ὃν ἐρωτᾷς, ὁ δὲ παρʼ ἐμὲ καθήμενος ἐξ ἀριστερᾶς ἀδελφὸς τούτου, Διονυσόδωρος· μετέχει δὲ καὶ οὗτος τῶν λόγων.
271
ΚΡ. οὐδέτερον γιγνώσκω, ὦ Σώκρατες. καινοί τινες αὖ οὗτοι, ὡς ἔοικε, σοφισταί· ποδαποί; καὶ τίς ἡ σοφία;
271
ΣΩ. οὗτοι τὸ μὲν γένος, ὡς ἐγᾦμαι, ἐντεῦθέν ποθέν εἰσιν ἐκ Χίου, ἀπῴκησαν δὲ ἐς Θουρίους, φεύγοντες δὲ ἐκεῖθεν πόλλʼ ἤδη ἔτη περὶ τούσδε τοὺς τόπους διατρίβουσιν. ὃ δὲ σὺ ἐρωτᾷς τὴν σοφίαν αὐτοῖν, θαυμασία, ὦ Κρίτων· πάσσοφοι ἀτεχνῶς τώ γε, οὐδʼ ᾔδη πρὸ τοῦ ὅτι εἶεν οἱ παγκρατιασταί. τούτω γάρ ἐστον κομιδῇ παμμάχω. οὐ κατὰ τὼ Ἀκαρνᾶνε ἐγενέσθην τὼ παγκρατιαστὰ ἀδελφώ· ἐκείνω μὲν γὰρ τῷ σώματι μόνον οἵω τε μάχεσθαι, τούτω δὲ πρῶτον μὲν τῷ σώματι δεινοτάτω ἐστὸν καὶ μάχῃ, ᾗ πάντων ἔστι κρατεῖν