309
ΕΤ. πόθεν, ὦ Σώκρατες, φαίνῃ; ἢ δῆλα δὴ ὅτι ἀπὸ κυνηγεσίου τοῦ περὶ τὴν Ἀλκιβιάδου ὥραν; καὶ μήν μοι καὶ πρῴην ἰδόντι καλὸς μὲν ἐφαίνετο ἀνὴρ ἔτι, ἀνὴρ μέντοι, ὦ Σώκρατες, ὥς γʼ ἐν αὐτοῖς ἡμῖν εἰρῆσθαι, καὶ πώγωνος ἤδη ὑποπιμπλάμενος.
309
ΣΩ. εἶτα τί τοῦτο; οὐ σὺ μέντοι Ὁμήρου ἐπαινέτης εἶ, ὃς ἔφη χαριεστάτην ἥβην εἶναι τοῦ πρῶτον ὑπηνήτου, ἣν νῦν Ἀλκιβιάδης ἔχει;
309
ΕΤ. τί οὖν τὰ νῦν; ἦ παρʼ ἐκείνου φαίνῃ; καὶ πῶς πρός σε ὁ νεανίας διάκειται;
309
ΣΩ. εὖ, ἔμοιγε ἔδοξεν, οὐχ ἥκιστα δὲ καὶ τῇ νῦν ἡμέρᾳ· καὶ γὰρ πολλὰ ὑπὲρ ἐμοῦ εἶπε βοηθῶν ἐμοί, καὶ οὖν καὶ ἄρτι ἀπʼ ἐκείνου ἔρχομαι. ἄτοπον μέντοι τί σοι ἐθέλω εἰπεῖν· παρόντος γὰρ ἐκείνου, οὔτε προσεῖχον τὸν νοῦν, ἐπελανθανόμην τε αὐτοῦ θαμά.
309
ΕΤ. καὶ τί ἂν γεγονὸς εἴη περὶ σὲ κἀκεῖνον τοσοῦτον πρᾶγμα; οὐ γὰρ δήπου τινὶ καλλίονι ἐνέτυχες ἄλλῳ ἔν γε τῇδε τῇ πόλει.
309
ΣΩ. καὶ πολύ γε.
309
ΕΤ. τί φῄς; ἀστῷ ἢ ξένῳ;
309
ΣΩ. ξένῳ.
309
ΕΤ. ποδαπῷ;
309
ΣΩ. Ἀβδηρίτῃ.
309
ΕΤ. καὶ οὕτω καλός τις ὁ ξένος ἔδοξέν σοι εἶναι, ὥστε τοῦ Κλεινίου ὑέος καλλίων σοι φανῆναι;
309
ΣΩ. πῶς δʼ οὐ μέλλει, ὦ μακάριε, τὸ σοφώτατον κάλλιον φαίνεσθαι;
309
ΕΤ. ἀλλʼ ἦ σοφῷ τινι ἡμῖν, ὦ Σώκρατες, ἐντυχὼν πάρει;
309
ΣΩ. σοφωτάτῳ μὲν οὖν δήπου τῶν γε νῦν, εἴ σοι δοκεῖ σοφώτατος εἶναι Πρωταγόρας.
309
ΕΤ. ὢ τί λέγεις; Πρωταγόρας ἐπιδεδήμηκεν;
309
ΣΩ. τρίτην γε ἤδη ἡμέραν.
309
ΕΤ. καὶ ἄρτι ἄρα ἐκείνῳ συγγεγονὼς ἥκεις;
310
ΣΩ. πάνυ γε, πολλὰ καὶ εἰπὼν καὶ ἀκούσας.
310
ΕΤ. τί οὖν οὐ διηγήσω ἡμῖν τὴν συνουσίαν, εἰ μή σέ τι κωλύει, καθεζόμενος ἐνταυθί, ἐξαναστήσας τὸν παῖδα τουτονί;
310
ΣΩ. πάνυ μὲν οὖν· καὶ χάριν γε εἴσομαι, ἐὰν ἀκούητε.
310
ΕΤ. καὶ μὴν καὶ ἡμεῖς σοί, ἐὰν λέγῃς.