Thesauros Literature Philosophy Πρωταγόρας

Πρωταγόρας

Πρωταγόρας Plato
309 ΕΤ. πόθεν, ὦ Σώκρατες, φαίνῃ; ἢ δῆλα δὴ ὅτι ἀπὸ κυνηγεσίου τοῦ περὶ τὴν Ἀλκιβιάδου ὥραν; καὶ μήν μοι καὶ πρῴην ἰδόντι καλὸς μὲν ἐφαίνετο ἀνὴρ ἔτι, ἀνὴρ μέντοι, ὦ Σώκρατες, ὥς γʼ ἐν αὐτοῖς ἡμῖν εἰρῆσθαι, καὶ πώγωνος ἤδη ὑποπιμπλάμενος.
309 ΣΩ. εἶτα τί τοῦτο; οὐ σὺ μέντοι Ὁμήρου ἐπαινέτης εἶ, ὃς ἔφη χαριεστάτην ἥβην εἶναι τοῦ πρῶτον ὑπηνήτου, ἣν νῦν Ἀλκιβιάδης ἔχει;
309 ΕΤ. τί οὖν τὰ νῦν; ἦ παρʼ ἐκείνου φαίνῃ; καὶ πῶς πρός σε ὁ νεανίας διάκειται;
309 ΣΩ. εὖ, ἔμοιγε ἔδοξεν, οὐχ ἥκιστα δὲ καὶ τῇ νῦν ἡμέρᾳ· καὶ γὰρ πολλὰ ὑπὲρ ἐμοῦ εἶπε βοηθῶν ἐμοί, καὶ οὖν καὶ ἄρτι ἀπʼ ἐκείνου ἔρχομαι. ἄτοπον μέντοι τί σοι ἐθέλω εἰπεῖν· παρόντος γὰρ ἐκείνου, οὔτε προσεῖχον τὸν νοῦν, ἐπελανθανόμην τε αὐτοῦ θαμά.
309 ΕΤ. καὶ τί ἂν γεγονὸς εἴη περὶ σὲ κἀκεῖνον τοσοῦτον πρᾶγμα; οὐ γὰρ δήπου τινὶ καλλίονι ἐνέτυχες ἄλλῳ ἔν γε τῇδε τῇ πόλει.
309 ΣΩ. καὶ πολύ γε.
309 ΕΤ. τί φῄς; ἀστῷ ἢ ξένῳ;
309 ΣΩ. ξένῳ.
309 ΕΤ. ποδαπῷ;
309 ΣΩ. Ἀβδηρίτῃ.
309 ΕΤ. καὶ οὕτω καλός τις ὁ ξένος ἔδοξέν σοι εἶναι, ὥστε τοῦ Κλεινίου ὑέος καλλίων σοι φανῆναι;
309 ΣΩ. πῶς δʼ οὐ μέλλει, ὦ μακάριε, τὸ σοφώτατον κάλλιον φαίνεσθαι;
309 ΕΤ. ἀλλʼ ἦ σοφῷ τινι ἡμῖν, ὦ Σώκρατες, ἐντυχὼν πάρει;
309 ΣΩ. σοφωτάτῳ μὲν οὖν δήπου τῶν γε νῦν, εἴ σοι δοκεῖ σοφώτατος εἶναι Πρωταγόρας.
309 ΕΤ. ὢ τί λέγεις; Πρωταγόρας ἐπιδεδήμηκεν;
309 ΣΩ. τρίτην γε ἤδη ἡμέραν.
309 ΕΤ. καὶ ἄρτι ἄρα ἐκείνῳ συγγεγονὼς ἥκεις;
310 ΣΩ. πάνυ γε, πολλὰ καὶ εἰπὼν καὶ ἀκούσας.
310 ΕΤ. τί οὖν οὐ διηγήσω ἡμῖν τὴν συνουσίαν, εἰ μή σέ τι κωλύει, καθεζόμενος ἐνταυθί, ἐξαναστήσας τὸν παῖδα τουτονί;
310 ΣΩ. πάνυ μὲν οὖν· καὶ χάριν γε εἴσομαι, ἐὰν ἀκούητε.
310 ΕΤ. καὶ μὴν καὶ ἡμεῖς σοί, ἐὰν λέγῃς.
1 / 54 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme