Thesauros Literature Philosophy Γοργίας

Γοργίας

Γοργίας Plato
463 ΣΩ. ἆρʼ οὖν ἂν μάθοις ἀποκριναμένου; ἔστιν γὰρ ἡ ῥητορικὴ κατὰ τὸν ἐμὸν λόγον πολιτικῆς μορίου εἴδωλον.
463 ΠΩΛ. τί οὖν; καλὸν ἢ αἰσχρὸν λέγεις αὐτὴν εἶναι;
463 ΣΩ. αἰσχρὸν ἔγωγε—τὰ γὰρ κακὰ αἰσχρὰ καλῶ—ἐπειδὴ δεῖ σοι ἀποκρίνασθαι ὡς ἤδη εἰδότι ἃ ἐγὼ λέγω.
463 ΓΟΡ. μὰ τὸν Δία, ὦ Σώκρατες, ἀλλʼ ἐγὼ οὐδὲ αὐτὸς συνίημι ὅτι λέγεις.
463 ΣΩ. εἰκότως γε, ὦ Γοργία· οὐδὲν γάρ πω σαφὲς λέγω, πῶλος δὲ ὅδε νέος ἐστὶ καὶ ὀξύς.
463 ΓΟΡ. ἀλλὰ τοῦτον μὲν ἔα, ἐμοὶ δʼ εἰπὲ πῶς λέγεις πολιτικῆς μορίου εἴδωλον εἶναι τὴν ῥητορικήν.
464 ΣΩ. ἀλλʼ ἐγὼ πειράσομαι φράσαι ὅ γέ μοι φαίνεται εἶναι ἡ ῥητορική· εἰ δὲ μὴ τυγχάνει ὂν τοῦτο, πῶλος ὅδε ἐλέγξει. σῶμά που καλεῖς τι καὶ ψυχήν;
464 ΓΟΡ. πῶς γὰρ οὔ;
464 ΣΩ. οὐκοῦν καὶ τούτων οἴει τινὰ εἶναι ἑκατέρου εὐεξίαν;
464 ΓΟΡ. ἔγωγε.
464 ΣΩ. τί δέ; δοκοῦσαν μὲν εὐεξίαν, οὖσαν δʼ οὔ; οἷον τοιόνδε λέγω· πολλοὶ δοκοῦσιν εὖ ἔχειν τὰ σώματα, οὓς οὐκ ἂν ῥᾳδίως αἴσθοιτό τις ὅτι οὐκ εὖ ἔχουσιν, ἀλλʼ ἢ ἰατρός τε καὶ τῶν γυμναστικῶν τις.
464 ΓΟΡ. ἀληθῆ λέγεις.
464 ΣΩ. τὸ τοιοῦτον λέγω καὶ ἐν σώματι εἶναι καὶ ἐν ψυχῇ, ὃ ποιεῖ μὲν δοκεῖν εὖ ἔχειν τὸ σῶμα καὶ τὴν ψυχήν, ἔχει δὲ οὐδὲν μᾶλλον.
464 ΓΟΡ. ἔστι ταῦτα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme