466
ΣΩ. ἐὰν μὲν οὖν καὶ ἐγὼ σοῦ ἀποκρινομένου μὴ ἔχω ὅτι χρήσωμαι, ἀπότεινε καὶ σὺ λόγον, ἐὰν δὲ ἔχω, ἔα με χρῆσθαι· δίκαιον γάρ. καὶ νῦν ταύτῃ τῇ ἀποκρίσει εἴ τι ἔχεις χρῆσθαι, χρῶ.
466
ΠΩΛ. τί οὖν φῄς; κολακεία δοκεῖ σοι εἶναι ἡ ῥητορική;
466
ΣΩ. κολακείας μὲν οὖν ἔγωγε εἶπον μόριον. ἀλλʼ οὐ μνημονεύεις τηλικοῦτος ὤν, ὦ Πῶλε; τί τάχα δράσεις;
466
ΠΩΛ. ἆρʼ οὖν δοκοῦσί σοι ὡς κόλακες ἐν ταῖς πόλεσι φαῦλοι νομίζεσθαι οἱ ἀγαθοὶ ῥήτορες;
466
ΣΩ. ἐρώτημα τοῦτʼ ἐρωτᾷς ἢ λόγου τινὸς ἀρχὴν λέγεις;
466
ΠΩΛ. ἐρωτῶ ἔγωγε.
466
ΣΩ. οὐδὲ νομίζεσθαι ἔμοιγε δοκοῦσιν.
466
ΠΩΛ. πῶς οὐ νομίζεσθαι; οὐ μέγιστον δύνανται ἐν ταῖς πόλεσιν;
466
ΣΩ. οὔκ, εἰ τὸ δύνασθαί γε λέγεις ἀγαθόν τι εἶναι τῷ δυναμένῳ.
466
ΠΩΛ. ἀλλὰ μὴν λέγω γε.
466
ΣΩ. ἐλάχιστον τοίνυν μοι δοκοῦσι τῶν ἐν τῇ πόλει δύνασθαι οἱ ῥήτορες.
466
ΠΩΛ. τί δέ; οὐχ, ὥσπερ οἱ τύραννοι, ἀποκτεινύασίν τε ὃν ἂν βούλωνται, καὶ ἀφαιροῦνται χρήματα καὶ ἐκβάλλουσιν ἐκ τῶν πόλεων ὃν ἂν δοκῇ αὐτοῖς;
466
ΣΩ. νὴ τὸν κύνα, ἀμφιγνοῶ μέντοι, ὦ Πῶλε, ἐφʼ ἑκάστου ὧν λέγεις πότερον αὐτὸς ταῦτα λέγεις καὶ γνώμην σαυτοῦ ἀποφαίνῃ, ἢ ἐμὲ ἐρωτᾷς.
466
ΠΩΛ. ἀλλʼ ἔγωγε σὲ ἐρωτῶ.
466
ΣΩ. εἶεν, ὦ φίλε· ἔπειτα δύο ἅμα με ἐρωτᾷς;
466
ΠΩΛ. πῶς δύο;
466
ΣΩ. οὐκ ἄρτι οὕτω πως ἔλεγες· ἦ οὐχὶ ἀποκτεινύασιν οἱ ῥήτορες οὓς ἂν βούλωνται, ὥσπερ οἱ τύραννοι, καὶ χρήματα ἀφαιροῦνται καὶ ἐξελαύνουσιν ἐκ τῶν πόλεων ὃν ἂν δοκῇ αὐτοῖς;
466
ΠΩΛ. ἔγωγε.
466
ΣΩ. λέγω τοίνυν σοι ὅτι δύο ταῦτʼ ἐστιν τὰ ἐρωτήματα, καὶ ἀποκρινοῦμαί γέ σοι πρὸς ἀμφότερα. φημὶ γάρ, ὦ Πῶλε, ἐγὼ καὶ τοὺς ῥήτορας καὶ τοὺς τυράννους δύνασθαι μὲν ἐν ταῖς πόλεσιν σμικρότατον, ὥσπερ νυνδὴ ἔλεγον· οὐδὲν γὰρ ποιεῖν ὧν βούλονται ὡς ἔπος εἰπεῖν, ποιεῖν μέντοι ὅτι ἂν αὐτοῖς δόξῃ βέλτιστον εἶναι.
466
ΠΩΛ. οὐκοῦν τοῦτο ἔστιν τὸ μέγα δύνασθαι;
466
ΣΩ. οὔχ, ὥς γέ φησιν πῶλος.
466
ΠΩΛ. ἐγὼ οὔ φημι; φημὶ μὲν οὖν ἔγωγε.
466
ΣΩ. μὰ τὸν—οὐ σύ γε, ἐπεὶ τὸ μέγα δύνασθαι ἔφης ἀγαθὸν εἶναι τῷ δυναμένῳ.
466
ΠΩΛ. φημὶ γὰρ οὖν.
466
ΣΩ. ἀγαθὸν οὖν οἴει εἶναι, ἐάν τις ποιῇ ταῦτα ἃ ἂν δοκῇ αὐτῷ βέλτιστα εἶναι, νοῦν μὴ ἔχων; καὶ τοῦτο καλεῖς σὺ μέγα δύνασθαι;
466
ΠΩΛ. οὐκ ἔγωγε.