Thesauros Literature Philosophy Γοργίας

Γοργίας

Γοργίας Plato
468 ΠΩΛ. ὡς δὴ σύ, ὦ Σώκρατες, οὐκ ἂν δέξαιο ἐξεῖναί σοι ποιεῖν ὅτι δοκεῖ σοι ἐν τῇ πόλει μᾶλλον ἢ μή, οὐδὲ ζηλοῖς ὅταν ἴδῃς τινὰ ἢ ἀποκτείναντα ὃν ἔδοξεν αὐτῷ ἢ ἀφελόμενον χρήματα ἢ δήσαντα.
468 ΣΩ. δικαίως λέγεις ἢ ἀδίκως;
469 ΠΩΛ. ὁπότερʼ ἂν ποιῇ, οὐκ ἀμφοτέρως ζηλωτόν ἐστιν;
469 ΣΩ. εὐφήμει, ὦ Πῶλε.
469 ΠΩΛ. τί δή;
469 ΣΩ. ὅτι οὐ χρὴ οὔτε τοὺς ἀζηλώτους ζηλοῦν οὔτε τοὺς ἀθλίους, ἀλλʼ ἐλεεῖν.
469 ΠΩΛ. τί δέ; οὕτω σοι δοκεῖ ἔχειν περὶ ὧν ἐγὼ λέγω τῶν ἀνθρώπων;
469 ΣΩ. πῶς γὰρ οὔ;
469 ΠΩΛ. ὅστις οὖν ἀποκτείνυσιν ὃν ἂν δόξῃ αὐτῷ, δικαίως ἀποκτεινύς, ἄθλιος δοκεῖ σοι εἶναι καὶ ἐλεινός;
469 ΣΩ. οὐκ ἔμοιγε, οὐδὲ μέντοι ζηλωτός.
469 ΠΩΛ. οὐκ ἄρτι ἄθλιον ἔφησθα εἶναι;
469 ΣΩ. τὸν ἀδίκως γε, ὦ ἑταῖρε, ἀποκτείναντα, καὶ ἐλεινόν γε πρός· τὸν δὲ δικαίως ἀζήλωτον.
469 ΠΩΛ. ἦ που ὅ γε ἀποθνῄσκων ἀδίκως ἐλεινός τε καὶ ἄθλιός ἐστιν.
469 ΣΩ. ἧττον ἢ ὁ ἀποκτεινύς, ὦ Πῶλε, καὶ ἧττον ἢ ὁ δικαίως ἀποθνῄσκων.
469 ΠΩΛ. πῶς δῆτα, ὦ Σώκρατες;
469 ΣΩ. οὕτως, ὡς μέγιστον τῶν κακῶν τυγχάνει ὂν τὸ ἀδικεῖν.
469 ΠΩΛ. ἦ γὰρ τοῦτο μέγιστον; οὐ τὸ ἀδικεῖσθαι μεῖζον;
469 ΣΩ. ἥκιστά γε.
469 ΠΩΛ. σὺ ἄρα βούλοιο ἂν ἀδικεῖσθαι μᾶλλον ἢ ἀδικεῖν;
469 ΣΩ. βουλοίμην μὲν ἂν ἔγωγε οὐδέτερα· εἰ δʼ ἀναγκαῖον εἴη ἀδικεῖν ἢ ἀδικεῖσθαι, ἑλοίμην ἂν μᾶλλον ἀδικεῖσθαι ἢ ἀδικεῖν.
469 ΠΩΛ. σὺ ἄρα τυραννεῖν οὐκ ἂν δέξαιο;
469 ΣΩ. οὔκ, εἰ τὸ τυραννεῖν γε λέγεις ὅπερ ἐγώ.
469 ΠΩΛ. ἀλλʼ ἔγωγε τοῦτο λέγω ὅπερ ἄρτι, ἐξεῖναι ἐν τῇ πόλει, ὃ ἂν δοκῇ αὐτῷ, ποιεῖν τοῦτο, καὶ ἀποκτεινύντι καὶ ἐκβάλλοντι καὶ πάντα πράττοντι κατὰ τὴν αὐτοῦ δόξαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme