Thesauros Literature Philosophy Γοργίας

Γοργίας

Γοργίας Plato
474 ΣΩ. τί δὲ τόδε; τὰ καλὰ πάντα, οἷον καὶ σώματα καὶ χρώματα καὶ σχήματα καὶ φωνὰς καὶ ἐπιτηδεύματα, εἰς οὐδὲν ἀποβλέπων καλεῖς ἑκάστοτε καλά; οἷον πρῶτον τὰ σώματα τὰ καλὰ οὐχὶ ἤτοι κατὰ τὴν χρείαν λέγεις καλὰ εἶναι, πρὸς ὃ ἂν ἕκαστον χρήσιμον ᾖ, πρὸς τοῦτο, ἢ κατὰ ἡδονήν τινα, ἐὰν ἐν τῷ θεωρεῖσθαι χαίρειν ποιῇ τοὺς θεωροῦντας; ἔχεις τι ἐκτὸς τούτων λέγειν περὶ σώματος κάλλους;
474 ΠΩΛ. οὐκ ἔχω.
474 ΣΩ. οὐκοῦν καὶ τἆλλα πάντα οὕτω καὶ σχήματα καὶ χρώματα ἢ διὰ ἡδονήν τινα ἢ διὰ ὠφελίαν ἢ διʼ ἀμφότερα καλὰ προσαγορεύεις;
474 ΠΩΛ. ἔγωγε.
474 ΣΩ. οὐ καὶ τὰς φωνὰς καὶ τὰ κατὰ τὴν μουσικὴν πάντα ὡσαύτως;
474 ΠΩΛ. ναί.
474 ΣΩ. καὶ μὴν τά γε κατὰ τοὺς νόμους καὶ τὰ ἐπιτηδεύματα οὐ δήπου ἐκτὸς τούτων ἐστίν, τὰ καλά, τοῦ ἢ ὠφέλιμα εἶναι ἢ ἡδέα ἢ ἀμφότερα.
475 ΠΩΛ. οὐκ ἔμοιγε δοκεῖ.
475 ΣΩ. οὐκοῦν καὶ τὸ τῶν μαθημάτων κάλλος ὡσαύτως;
475 ΠΩΛ. πάνυ γε· καὶ καλῶς γε νῦν ὁρίζῃ, ὦ Σώκρατες, ἡδονῇ τε καὶ ἀγαθῷ ὁριζόμενος τὸ καλόν.
475 ΣΩ. οὐκοῦν τὸ αἰσχρὸν τῷ ἐναντίῳ, λύπῃ τε καὶ κακῷ;
475 ΠΩΛ. ἀνάγκη.
475 ΣΩ. ὅταν ἄρα δυοῖν καλοῖν θάτερον κάλλιον ᾖ, ἢ τῷ ἑτέρῳ τούτοιν ἢ ἀμφοτέροις ὑπερβάλλον κάλλιόν ἐστιν, ἤτοι ἡδονῇ ἢ ὠφελίᾳ ἢ ἀμφοτέροις.
475 ΠΩΛ. πάνυ γε.
475 ΣΩ. καὶ ὅταν δὲ δὴ δυοῖν αἰσχροῖν τὸ ἕτερον αἴσχιον ᾖ, ἤτοι λύπῃ ἢ κακῷ ὑπερβάλλον αἴσχιον ἔσται· ἢ οὐκ ἀνάγκη;
475 ΠΩΛ. ναί.
475 ΣΩ. φέρε δή, πῶς ἐλέγετο νυνδὴ περὶ τοῦ ἀδικεῖν καὶ ἀδικεῖσθαι; οὐκ ἔλεγες τὸ μὲν ἀδικεῖσθαι κάκιον εἶναι, τὸ δὲ ἀδικεῖν αἴσχιον;
475 ΠΩΛ. ἔλεγον.
475 ΣΩ. οὐκοῦν εἴπερ αἴσχιον τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι, ἤτοι λυπηρότερόν ἐστιν καὶ λύπῃ ὑπερβάλλον αἴσχιον ἂν εἴη ἢ κακῷ ἢ ἀμφοτέροις; οὐ καὶ τοῦτο ἀνάγκη;
475 ΠΩΛ. πῶς γὰρ οὔ;
475 ΣΩ. πρῶτον μὲν δὴ σκεψώμεθα, ἆρα λύπῃ ὑπερβάλλει τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι, καὶ ἀλγοῦσι μᾶλλον οἱ ἀδικοῦντες ἢ οἱ ἀδικούμενοι;
475 ΠΩΛ. οὐδαμῶς, ὦ Σώκρατες, τοῦτό γε.
475 ΣΩ. οὐκ ἄρα λύπῃ γε ὑπερέχει.
475 ΠΩΛ. οὐ δῆτα.
475 ΣΩ. οὐκοῦν εἰ μὴ λύπῃ, ἀμφοτέροις μὲν οὐκ ἂν ἔτι ὑπερβάλλοι.
475 ΠΩΛ. οὐ φαίνεται.
475 ΣΩ. οὐκοῦν τῷ ἑτέρῳ λείπεται.
475 ΠΩΛ. ναί.
475 ΣΩ. τῷ κακῷ.
475 ΠΩΛ. ἔοικεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme