Thesauros Literature Philosophy Γοργίας

Γοργίας

Γοργίας Plato
476 ΣΩ. οὐκοῦν καὶ εἰ τέμνει τι, ὁ αὐτὸς λόγος; τέμνεται γάρ τι.
476 ΠΩΛ. ναί.
476 ΣΩ. καὶ εἰ μέγα γε ἢ βαθὺ τὸ τμῆμα ἢ ἀλγεινόν, τοιοῦτον τμῆμα τέμνεται τὸ τεμνόμενον οἷον τὸ τέμνον τέμνει;
476 ΠΩΛ. φαίνεται.
476 ΣΩ. συλλήβδην δὴ ὅρα εἰ ὁμολογεῖς, ὃ ἄρτι ἔλεγον, περὶ πάντων, οἷον ἂν ποιῇ τὸ ποιοῦν, τοιοῦτον τὸ πάσχον πάσχειν.
476 ΠΩΛ. ἀλλʼ ὁμολογῶ.
476 ΣΩ. τούτων δὴ ὁμολογουμένων, τὸ δίκην διδόναι πότερον πάσχειν τί ἐστιν ἢ ποιεῖν;
476 ΠΩΛ. ἀνάγκη, ὦ Σώκρατες, πάσχειν.
476 ΣΩ. οὐκοῦν ὑπό τινος ποιοῦντος;
476 ΠΩΛ. πῶς γὰρ οὔ; ὑπό γε τοῦ κολάζοντος.
476 ΣΩ. ὁ δὲ ὀρθῶς κολάζων δικαίως κολάζει;
476 ΠΩΛ. ναί.
476 ΣΩ. δίκαια ποιῶν ἢ οὔ;
476 ΠΩΛ. δίκαια.
476 ΣΩ. οὐκοῦν ὁ κολαζόμενος δίκην διδοὺς δίκαια πάσχει;
476 ΠΩΛ. φαίνεται.
476 ΣΩ. τὰ δὲ δίκαιά που καλὰ ὡμολόγηται;
476 ΠΩΛ. πάνυ γε.
476 ΣΩ. τούτων ἄρα ὁ μὲν ποιεῖ καλά, ὁ δὲ πάσχει, ὁ κολαζόμενος.
476 ΠΩΛ. ναί.
477 ΣΩ. οὐκοῦν εἴπερ καλά, ἀγαθά; ἢ γὰρ ἡδέα ἢ ὠφέλιμα.
477 ΠΩΛ. ἀνάγκη.
477 ΣΩ. ἀγαθὰ ἄρα πάσχει ὁ δίκην διδούς;
477 ΠΩΛ. ἔοικεν.
477 ΣΩ. ὠφελεῖται ἄρα;
477 ΠΩΛ. ναί.
477 ΣΩ. ἆρα ἥνπερ ἐγὼ ὑπολαμβάνω τὴν ὠφελίαν; βελτίων τὴν ψυχὴν γίγνεται, εἴπερ δικαίως κολάζεται;
477 ΠΩΛ. εἰκός γε.
477 ΣΩ. κακίας ἄρα ψυχῆς ἀπαλλάττεται ὁ δίκην διδούς;
477 ΠΩΛ. ναί.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme