Thesauros Literature Philosophy Γοργίας

Γοργίας

Γοργίας Plato
477 ΣΩ. ἆρα οὖν τοῦ μεγίστου ἀπαλλάττεται κακοῦ; ὧδε δὲ σκόπει· ἐν χρημάτων κατασκευῇ ἀνθρώπου κακίαν ἄλλην τινὰ ἐνορᾷς ἢ πενίαν;
477 ΠΩΛ. οὔκ, ἀλλὰ πενίαν.
477 ΣΩ. τί δʼ ἐν σώματος κατασκευῇ; κακίαν ἂν φήσαις ἀσθένειαν εἶναι καὶ νόσον καὶ αἶσχος καὶ τὰ τοιαῦτα;
477 ΠΩΛ. ἔγωγε.
477 ΣΩ. οὐκοῦν καὶ ἐν ψυχῇ πονηρίαν ἡγῇ τινα εἶναι;
477 ΠΩΛ. πῶς γὰρ οὔ;
477 ΣΩ. ταύτην οὖν οὐκ ἀδικίαν καλεῖς καὶ ἀμαθίαν καὶ δειλίαν καὶ τὰ τοιαῦτα;
477 ΠΩΛ. πάνυ μὲν οὖν.
477 ΣΩ. οὐκοῦν χρημάτων καὶ σώματος καὶ ψυχῆς, τριῶν ὄντων, τριττὰς εἴρηκας πονηρίας, πενίαν, νόσον, ἀδικίαν;
477 ΠΩΛ. ναί.
477 ΣΩ. τίς οὖν τούτων τῶν πονηριῶν αἰσχίστη; οὐχ ἡ ἀδικία καὶ συλλήβδην ἡ τῆς ψυχῆς πονηρία;
477 ΠΩΛ. πολύ γε.
477 ΣΩ. εἰ δὴ αἰσχίστη, καὶ κακίστη;
477 ΠΩΛ. πῶς, ὦ Σώκρατες, λέγεις;
477 ΣΩ. ὡδί· ἀεὶ τὸ αἴσχιστον ἤτοι λύπην μεγίστην παρέχον ἢ βλάβην ἢ ἀμφότερα αἴσχιστόν ἐστιν ἐκ τῶν ὡμολογημένων ἐν τῷ ἔμπροσθεν.
477 ΠΩΛ. μάλιστα.
477 ΣΩ. αἴσχιστον δὲ ἀδικία καὶ σύμπασα ψυχῆς πονηρία νυνδὴ ὡμολόγηται ἡμῖν;
477 ΠΩΛ. ὡμολόγηται γάρ.
477 ΣΩ. οὐκοῦν ἢ ἀνιαρότατόν ἐστι καὶ ἀνίᾳ ὑπερβάλλον αἴσχιστον τούτων ἐστὶν ἢ βλάβῃ ἢ ἀμφότερα;
477 ΠΩΛ. ἀνάγκη.
477 ΣΩ. ἆρʼ οὖν ἀλγεινότερόν ἐστιν τοῦ πένεσθαι καὶ κάμνειν τὸ ἄδικον εἶναι καὶ ἀκόλαστον καὶ δειλὸν καὶ ἀμαθῆ;
477 ΠΩΛ. οὐκ ἔμοιγε δοκεῖ, ὦ Σώκρατες, ἀπὸ τούτων γε.
477 ΣΩ. ὑπερφυεῖ τινι ἄρα ὡς μεγάλῃ βλάβῃ καὶ κακῷ θαυμασίῳ ὑπερβάλλουσα τἆλλα ἡ τῆς ψυχῆς πονηρία αἴσχιστόν ἐστι πάντων, ἐπειδὴ οὐκ ἀλγηδόνι γε, ὡς ὁ σὸς λόγος.
477 ΠΩΛ. φαίνεται.
477 ΣΩ. ἀλλὰ μήν που τό γε μεγίστῃ βλάβῃ ὑπερβάλλον μέγιστον ἂν κακὸν εἴη τῶν ὄντων.
477 ΠΩΛ. ναί.
477 ΣΩ. ἡ ἀδικία ἄρα καὶ ἡ ἀκολασία καὶ ἡ ἄλλη ψυχῆς πονηρία μέγιστον τῶν ὄντων κακόν ἐστιν;
477 ΠΩΛ. φαίνεται.
477 ΣΩ. τίς οὖν τέχνη πενίας ἀπαλλάττει; οὐ χρηματιστική;
477 ΠΩΛ. ναί.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme