Thesauros Literature Philosophy Γοργίας

Γοργίας

Γοργίας Plato
506 ΣΩ. ἄκουε δὴ ἐξ ἀρχῆς ἐμοῦ ἀναλαβόντος τὸν λόγον. ἆρα τὸ ἡδὺ καὶ τὸ ἀγαθὸν τὸ αὐτό ἐστιν;—οὐ ταὐτόν, ὡς ἐγὼ καὶ Καλλικλῆς ὡμολογήσαμεν.—πότερον δὲ τὸ ἡδὺ ἕνεκα τοῦ ἀγαθοῦ πρακτέον, ἢ τὸ ἀγαθὸν ἕνεκα τοῦ ἡδέος;—τὸ ἡδὺ ἕνεκα τοῦ ἀγαθοῦ.—ἡδὺ δέ ἐστιν τοῦτο οὗ παραγενομένου ἡδόμεθα, ἀγαθὸν δὲ οὗ παρόντος ἀγαθοί ἐσμεν;—πάνυ γε.—ἀλλὰ μὴν ἀγαθοί γέ ἐσμεν καὶ ἡμεῖς καὶ τἆλλα πάντα ὅσʼ ἀγαθά ἐστιν, ἀρετῆς τινος παραγενομένης;—ἔμοιγε δοκεῖ ἀναγκαῖον εἶναι, ὦ Καλλίκλεις.—ἀλλὰ μὲν δὴ ἥ γε ἀρετὴ ἑκάστου, καὶ σκεύους καὶ σώματος καὶ ψυχῆς αὖ καὶ ζῴου παντός, οὐ τῷ εἰκῇ κάλλιστα παραγίγνεται, ἀλλὰ τάξει καὶ ὀρθότητι καὶ τέχνῃ, ἥτις ἑκάστῳ ἀποδέδοται αὐτῶν· ἆρα ἔστιν ταῦτα;—ἐγὼ μὲν γάρ φημι.—τάξει ἆρα τεταγμένον καὶ κεκοσμημένον ἐστὶν ἡ ἀρετὴ ἑκάστου;—φαίην ἂν ἔγωγε.—κόσμος τις ἄρα ἐγγενόμενος ἐν ἑκάστῳ ὁ ἑκάστου οἰκεῖος ἀγαθὸν παρέχει ἕκαστον τῶν ὄντων;—ἔμοιγε δοκεῖ.—καὶ ψυχὴ ἄρα κόσμον ἔχουσα τὸν ἑαυτῆς ἀμείνων τῆς ἀκοσμήτου;—ἀνάγκη.—ἀλλὰ μὴν ἥ γε κόσμον ἔχουσα κοσμία;—πῶς γὰρ οὐ μέλλει;—
507 ΣΩ. ἡ δέ γε κοσμία σώφρων;—πολλὴ ἀνάγκη.—ἡ ἄρα σώφρων ψυχὴ ἀγαθή. ἐγὼ μὲν οὐκ ἔχω παρὰ ταῦτα ἄλλα φάναι, ὦ φίλε Καλλίκλεις· σὺ δʼ εἰ ἔχεις, δίδασκε.
507 ΚΑΛ. λέγʼ, ὠγαθέ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme