454
ΓΟΡ. οἴομαι μὲν ἔγωγε, ὦ Σώκρατες, ἄλλο.
454
ΣΩ. καλῶς γὰρ οἴει· γνώσῃ δὲ ἐνθένδε. εἰ γάρ τίς σε ἔροιτο· ἆρʼ ἔστιν τις, ὦ Γοργία, πίστις ψευδὴς καὶ ἀληθής; φαίης ἄν, ὡς ἐγὼ οἶμαι.
454
ΓΟΡ. ναί.
454
ΣΩ. τί δέ; ἐπιστήμη ἐστὶν ψευδὴς καὶ ἀληθής;
454
ΓΟΡ. οὐδαμῶς.
454
ΣΩ. δῆλον ἄρʼ αὖ ὅτι οὐ ταὐτόν ἐστιν.
454
ΓΟΡ. ἀληθῆ λέγεις.
454
ΣΩ. ἀλλὰ μὴν οἵ τέ γε μεμαθηκότες πεπεισμένοι εἰσὶν καὶ οἱ πεπιστευκότες.
454
ΓΟΡ. ἔστι ταῦτα.
454
ΣΩ. βούλει οὖν δύο εἴδη θῶμεν πειθοῦς, τὸ μὲν πίστιν παρεχόμενον ἄνευ τοῦ εἰδέναι, τὸ δʼ ἐπιστήμην;
454
ΓΟΡ. πάνυ γε.
454
ΣΩ. ποτέραν οὖν ἡ ῥητορικὴ πειθὼ ποιεῖ ἐν δικαστηρίοις τε καὶ τοῖς ἄλλοις ὄχλοις περὶ τῶν δικαίων τε καὶ ἀδίκων; ἐξ ἧς πιστεύειν γίγνεται ἄνευ τοῦ εἰδέναι ἢ ἐξ ἧς τὸ εἰδέναι;
454
ΓΟΡ. δῆλον δήπου, ὦ Σώκρατες, ὅτι ἐξ ἧς τὸ πιστεύειν.
455
ΣΩ. ἡ ῥητορικὴ ἄρα, ὡς ἔοικεν, πειθοῦς δημιουργός ἐστιν πιστευτικῆς ἀλλʼ οὐ διδασκαλικῆς περὶ τὸ δίκαιόν τε καὶ ἄδικον.
455
ΓΟΡ. ναί.
455
ΣΩ. οὐδʼ ἄρα διδασκαλικὸς ὁ ῥήτωρ ἐστὶν δικαστηρίων τε καὶ τῶν ἄλλων ὄχλων δικαίων τε πέρι καὶ ἀδίκων, ἀλλὰ πιστικὸς μόνον· οὐ γὰρ δήπου ὄχλον γʼ ἂν δύναιτο τοσοῦτον ἐν ὀλίγῳ χρόνῳ διδάξαι οὕτω μεγάλα πράγματα.
455
ΓΟΡ. οὐ δῆτα.