447
ΚΑΛ. πολέμου καὶ μάχης φασὶ χρῆναι, ὦ Σώκρατες, οὕτω μεταλαγχάνειν.
447
ΣΩ. ἀλλʼ ἦ, τὸ λεγόμενον, κατόπιν ἑορτῆς ἥκομεν καὶ ὑστεροῦμεν;
447
ΚΑΛ. καὶ μάλα γε ἀστείας ἑορτῆς· πολλὰ γὰρ καὶ καλὰ Γοργίας ἡμῖν ὀλίγον πρότερον ἐπεδείξατο.
447
ΣΩ. τούτων μέντοι, ὦ Καλλίκλεις, αἴτιος Χαιρεφῶν ὅδε, ἐν ἀγορᾷ ἀναγκάσας ἡμᾶς διατρῖψαι.
447
ΧΑΙ. οὐδὲν πρᾶγμα, ὦ Σώκρατες· ἐγὼ γὰρ καὶ ἰάσομαι. φίλος γάρ μοι Γοργίας, ὥστʼ ἐπιδείξεται ἡμῖν, εἰ μὲν δοκεῖ, νῦν, ἐὰν δὲ βούλῃ, εἰς αὖθις.
447
ΚΑΛ. τί δέ, ὦ Χαιρεφῶν; ἐπιθυμεῖ Σωκράτης ἀκοῦσαι Γοργίου;
447
ΧΑΙ. ἐπʼ αὐτό γέ τοι τοῦτο πάρεσμεν.
447
ΚΑΛ. οὐκοῦν ὅταν βούλησθε παρʼ ἐμὲ ἥκειν οἴκαδε· παρʼ ἐμοὶ γὰρ Γοργίας καταλύει καὶ ἐπιδείξεται ὑμῖν.
447
ΣΩ. εὖ λέγεις, ὦ Καλλίκλεις. ἀλλʼ ἆρα ἐθελήσειεν ἂν ἡμῖν διαλεχθῆναι; βούλομαι γὰρ πυθέσθαι παρʼ αὐτοῦ τίς ἡ δύναμις τῆς τέχνης τοῦ ἀνδρός, καὶ τί ἐστιν ὃ ἐπαγγέλλεταί τε καὶ διδάσκει· τὴν δὲ ἄλλην ἐπίδειξιν εἰς αὖθις, ὥσπερ σὺ λέγεις, ποιησάσθω.
447
ΚΑΛ. οὐδὲν οἷον τὸ αὐτὸν ἐρωτᾶν, ὦ Σώκρατες. καὶ γὰρ αὐτῷ ἓν τοῦτʼ ἦν τῆς ἐπιδείξεως· ἐκέλευε γοῦν νυνδὴ ἐρωτᾶν ὅτι τις βούλοιτο τῶν ἔνδον ὄντων, καὶ πρὸς ἅπαντα ἔφη ἀποκρινεῖσθαι.
447
ΣΩ. ἦ καλῶς λέγεις. ὦ Χαιρεφῶν, ἐροῦ αὐτόν.
447
ΧΑΙ. τί ἔρωμαι;
447
ΣΩ. ὅστις ἐστίν.
447
ΧΑΙ. πῶς λέγεις;
447
ΣΩ. ὥσπερ ἂν εἰ ἐτύγχανεν ὢν ὑποδημάτων δημιουργός, ἀπεκρίνατο ἂν δήπου σοι ὅτι σκυτοτόμος· ἢ οὐ μανθάνεις ὡς λέγω;
447
ΧΑΙ. μανθάνω καὶ ἐρήσομαι. εἰπέ μοι, ὦ Γοργία, ἀληθῆ λέγει Καλλικλῆς ὅδε ὅτι ἐπαγγέλλῃ ἀποκρίνεσθαι ὅτι ἄν τίς σε ἐρωτᾷ;
448
ΓΟΡ. ἀληθῆ, ὦ Χαιρεφῶν· καὶ γὰρ νυνδὴ αὐτὰ ταῦτα ἐπηγγελλόμην, καὶ λέγω ὅτι οὐδείς μέ πω ἠρώτηκε καινὸν οὐδὲν πολλῶν ἐτῶν.
448
ΧΑΙ. ἦ που ἄρα ῥᾳδίως ἀποκρινῇ, ὦ Γοργία.
448
ΓΟΡ. πάρεστι τούτου πεῖραν, ὦ Χαιρεφῶν, λαμβάνειν.
448
ΠΩΛ. νὴ Δία· ἂν δέ γε βούλῃ, ὦ Χαιρεφῶν, ἐμοῦ. Γοργίας μὲν γὰρ καὶ ἀπειρηκέναι μοι δοκεῖ· πολλὰ γὰρ ἄρτι διελήλυθεν.
448
ΧΑΙ. τί δέ, ὦ Πῶλε; οἴει σὺ κάλλιον ἂν Γοργίου ἀποκρίνασθαι;
448
ΠΩΛ. τί δὲ τοῦτο, ἐὰν σοί γε ἱκανῶς;
448
ΧΑΙ. οὐδέν· ἀλλʼ ἐπειδὴ σὺ βούλει, ἀποκρίνου.
448
ΠΩΛ. Ἐρώτα.