Thesauros Literature Philosophy Μένων

Μένων

Μένων Plato
80 ΣΩ. μανθάνω οἷον βούλει λέγειν, ὦ Μένων. ὁρᾷς τοῦτον ὡς ἐριστικὸν λόγον κατάγεις, ὡς οὐκ ἄρα ἔστιν ζητεῖν ἀνθρώπῳ οὔτε ὃ οἶδε οὔτε ὃ μὴ οἶδε; οὔτε γὰρ ἂν ὅ γε οἶδεν ζητοῖ—οἶδεν γάρ, καὶ οὐδὲν δεῖ τῷ γε τοιούτῳ ζητήσεως—οὔτε ὃ μὴ οἶδεν—οὐδὲ γὰρ οἶδεν ὅτι ζητήσει.
81 ΜΕΝ. οὐκοῦν καλῶς σοι δοκεῖ λέγεσθαι ὁ λόγος οὗτος, ὦ Σώκρατες;
81 ΣΩ. οὐκ ἔμοιγε.
81 ΜΕΝ. ἔχεις λέγειν ὅπῃ;
81 ΣΩ. ἔγωγε· ἀκήκοα γὰρ ἀνδρῶν τε καὶ γυναικῶν σοφῶν περὶ τὰ θεῖα πράγματα—
81 ΜΕΝ. τίνα λόγον λεγόντων;
81 ΣΩ. ἀληθῆ, ἔμοιγε δοκεῖν, καὶ καλόν.
81 ΜΕΝ. τίνα τοῦτον, καὶ τίνες οἱ λέγοντες;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme