Thesauros Literature Philosophy Μένων

Μένων

Μένων Plato
77 ΣΩ. ἦ γὰρ δοκεῖ τίς σοι, ὦ Μένων, γιγνώσκων τὰ κακὰ ὅτι κακά ἐστιν ὅμως ἐπιθυμεῖν αὐτῶν;
77 ΜΕΝ. μάλιστα.
77 ΣΩ. τί ἐπιθυμεῖν λέγεις; ἦ γενέσθαι αὐτῷ;
77 ΜΕΝ. γενέσθαι· τί γὰρ ἄλλο;
77 ΣΩ. πότερον ἡγούμενος τὰ κακὰ ὠφελεῖν ἐκεῖνον ᾧ ἂν γένηται, ἢ γιγνώσκων τὰ κακὰ ὅτι βλάπτει ᾧ ἂν παρῇ;
77 ΜΕΝ. εἰσὶ μὲν οἳ ἡγούμενοι τὰ κακὰ ὠφελεῖν, εἰσὶν δὲ καὶ οἳ γιγνώσκοντες ὅτι βλάπτει.
77 ΣΩ. ἦ καὶ δοκοῦσί σοι γιγνώσκειν τὰ κακὰ ὅτι κακά ἐστιν οἱ ἡγούμενοι τὰ κακὰ ὠφελεῖν;
77 ΜΕΝ. οὐ πάνυ μοι δοκεῖ τοῦτό γε.
77 ΣΩ. οὐκοῦν δῆλον ὅτι οὗτοι μὲν οὐ τῶν κακῶν ἐπιθυμοῦσιν, οἱ ἀγνοοῦντες αὐτά, ἀλλὰ ἐκείνων ἃ ᾤοντο ἀγαθὰ εἶναι, ἔστιν δὲ ταῦτά γε κακά· ὥστε οἱ ἀγνοοῦντες αὐτὰ καὶ οἰόμενοι ἀγαθὰ εἶναι δῆλον ὅτι τῶν ἀγαθῶν ἐπιθυμοῦσιν. ἢ οὔ;
77 ΜΕΝ. κινδυνεύουσιν οὗτοί γε.
77 ΣΩ. τί δέ; οἱ τῶν κακῶν μὲν ἐπιθυμοῦντες, ὡς φῂς σύ, ἡγούμενοι δὲ τὰ κακὰ βλάπτειν ἐκεῖνον ᾧ ἂν γίγνηται, γιγνώσκουσιν δήπου ὅτι βλαβήσονται ὑπʼ αὐτῶν;
78 ΜΕΝ. ἀνάγκη.
78 ΣΩ. ἀλλὰ τοὺς βλαπτομένους οὗτοι οὐκ οἴονται ἀθλίους εἶναι καθʼ ὅσον βλάπτονται;
78 ΜΕΝ. καὶ τοῦτο ἀνάγκη.
78 ΣΩ. τοὺς δὲ ἀθλίους οὐ κακοδαίμονας;
78 ΜΕΝ. οἶμαι ἔγωγε.
78 ΣΩ. ἔστιν οὖν ὅστις βούλεται ἄθλιος καὶ κακοδαίμων εἶναι;
78 ΜΕΝ. οὔ μοι δοκεῖ, ὦ Σώκρατες.
78 ΣΩ. οὐκ ἄρα βούλεται, ὦ Μένων, τὰ κακὰ οὐδείς, εἴπερ μὴ βούλεται τοιοῦτος εἶναι. τί γὰρ ἄλλο ἐστὶν ἄθλιον εἶναι ἢ ἐπιθυμεῖν τε τῶν κακῶν καὶ κτᾶσθαι;
78 ΜΕΝ. κινδυνεύεις ἀληθῆ λέγειν, ὦ Σώκρατες· καὶ οὐδεὶς βούλεσθαι τὰ κακά.
78 ΣΩ. οὐκοῦν νυνδὴ ἔλεγες ὅτι ἔστιν ἡ ἀρετὴ βούλεσθαί τε τἀγαθὰ καὶ δύνασθαι;
78 ΜΕΝ. εἶπον γάρ.
78 ΣΩ. οὐκοῦν τοῦ λεχθέντος τὸ μὲν βούλεσθαι πᾶσιν ὑπάρχει, καὶ ταύτῃ γε οὐδὲν ὁ ἕτερος τοῦ ἑτέρου βελτίων;
78 ΜΕΝ. φαίνεται.
78 ΣΩ. ἀλλὰ δῆλον ὅτι εἴπερ ἐστὶ βελτίων ἄλλος ἄλλου, κατὰ τὸ δύνασθαι ἂν εἴη ἀμείνων.
78 ΜΕΝ. πάνυ γε.
78 ΣΩ. τοῦτʼ ἔστιν ἄρα, ὡς ἔοικε, κατὰ τὸν σὸν λόγον ἀρετή, δύναμις τοῦ πορίζεσθαι τἀγαθά.
78 ΜΕΝ. παντάπασί μοι δοκεῖ, ὦ Σώκρατες, οὕτως ἔχειν ὡς σὺ νῦν ὑπολαμβάνεις.
78 ΣΩ. ἴδωμεν δὴ καὶ τοῦτο εἰ ἀληθὲς λέγεις· ἴσως γὰρ ἂν εὖ λέγοις. τἀγαθὰ φῂς οἷόν τʼ εἶναι πορίζεσθαι ἀρετὴν εἶναι;
78 ΜΕΝ. ἔγωγε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme