299
ΣΩ. ἦ οὖν τὸ διʼ ὄψεως ἡδύ, φήσει, διʼ ὄψεως καὶ ἀκοῆς ἐστιν ἡδύ, ἢ τὸ διʼ ἀκοῆς ἡδὺ διʼ ἀκοῆς καὶ διʼ ὄψεώς ἐστιν ἡδύ; οὐδαμῶς, φήσομεν, τὸ διὰ τοῦ ἑτέρου ὂν τοῦτο διʼ ἀμφοτέρων εἴη ἄν—τοῦτο γὰρ δοκεῖς ἡμῖν λέγειν—ἀλλʼ ἡμεῖς ἐλέγομεν ὅτι καὶ ἑκάτερον τούτων αὐτὸ καθʼ αὑτὸ τῶν ἡδέων καλὸν εἴη, καὶ ἀμφότερα. οὐχ οὕτως ἀποκρινούμεθα;
299
ΙΠ. πάνυ μὲν οὖν.
299
ΣΩ. ἆρʼ οὖν, φήσει, ἡδὺ ἡδέος ὁτιοῦν ὁτουοῦν διαφέρει τούτῳ, τῷ ἡδὺ εἶναι; μὴ γὰρ εἰ μείζων τις ἡδονὴ ἢ ἐλάττων ἢ μᾶλλον ἢ ἧττόν ἐστιν, ἀλλʼ εἴ τις αὐτῷ τούτῳ διαφέρει, τῷ ἡ μὲν ἡδονὴ εἶναι, ἡ δὲ μὴ ἡδονή, τῶν ἡδονῶν; οὐχ ἡμῖν γε δοκεῖ· οὐ γάρ;
299
ΙΠ. οὐ γὰρ οὖν δοκεῖ.
299
ΣΩ. οὐκοῦν, φήσει, διʼ ἄλλο τι ἢ ὅτι ἡδοναί εἰσι προείλεσθε ταύτας τὰς ἡδονὰς ἐκ τῶν ἄλλων ἡδονῶν, τοιοῦτόν τι ὁρῶντες ἐπʼ ἀμφοῖν, ὅτι ἔχουσί τι διάφορον τῶν ἄλλων, εἰς ὃ ἀποβλέποντες καλάς φατε αὐτὰς εἶναι; οὐ γάρ που διὰ τοῦτο καλή ἐστιν ἡδονὴ ἡ διὰ τῆς ὄψεως, ὅτι διʼ ὄψεώς ἐστιν· εἰ γὰρ τοῦτο αὐτῇ ἦν τὸ αἴτιον καλῇ εἶναι, οὐκ ἄν ποτε ἦν ἡ ἑτέρα, ἡ διὰ τῆς ἀκοῆς, καλή· οὔκουν ἔστι γε διʼ ὄψεως ἡδονή. ἀληθῆ λέγεις, φήσομεν;
299
ΙΠ. φήσομεν γάρ.
300
ΣΩ. οὐδέ γʼ αὖ ἡ διʼ ἀκοῆς ἡδονή, ὅτι διʼ ἀκοῆς ἐστι, διὰ ταῦτα τυγχάνει καλή· οὐ γὰρ ἄν ποτε αὖ ἡ διὰ τῆς ὄψεως καλὴ ἦν· οὔκουν ἔστι γε διʼ ἀκοῆς ἡδονή. ἀληθῆ φήσομεν, ὦ Ἱππία, λέγειν τὸν ἄνδρα ταῦτα λέγοντα;
300
ΙΠ. ἀληθῆ.
300
ΣΩ. ἀλλὰ μέντοι ἀμφότεραί γʼ εἰσὶ καλαί, ὡς φατέ. φαμὲν γάρ;
300
ΙΠ. φαμέν.
300
ΣΩ. ἔχουσιν ἄρα τι τὸ αὐτὸ ὃ ποιεῖ αὐτὰς καλὰς εἶναι, τὸ κοινὸν τοῦτο, ὃ καὶ ἀμφοτέραις αὐταῖς ἔπεστι κοινῇ καὶ ἑκατέρᾳ ἰδίᾳ· οὐ γὰρ ἄν που ἄλλως ἀμφότεραί γε καλαὶ ἦσαν καὶ ἑκατέρα. ἀποκρίνου ἐμοὶ ὡς ἐκείνῳ.
300
ΙΠ. ἀποκρίνομαι, καὶ ἐμοὶ δοκεῖ ἔχειν ὡς λέγεις.
300
ΣΩ. εἰ ἄρα τι αὗται αἱ ἡδοναὶ ἀμφότεραι πεπόνθασιν, ἑκατέρα δὲ μή, οὐκ ἂν τούτῳ γε τῷ παθήματι εἶεν καλαί.
300
ΙΠ. καὶ πῶς ἂν εἴη τοῦτο, ὦ Σώκρατες, μηδετέρας πεπονθυίας τι τῶν ὄντων ὁτιοῦν, ἔπειτα τοῦτο τὸ πάθος, ὃ μηδετέρα πέπονθεν, ἀμφοτέρας πεπονθέναι;
300
ΣΩ. οὐ δοκεῖ σοι;
300
ΙΠ. πολλὴ γὰρ ἄν μʼ ἔχοι ἀπειρία καὶ τῆς τούτων φύσεως καὶ τῆς τῶν παρόντων λέξεως λόγων.