283
ΙΠ. οὐκ οἶμαι ἔγωγε φθονεῖν.
283
ΣΩ. ἀλλὰ μὴν εὔνομός γʼ ἡ Λακεδαίμων.
284
ΙΠ. πῶς γὰρ οὔ;
284
ΣΩ. ἐν δέ γε ταῖς εὐνόμοις πόλεσιν τιμιώτατον ἡ ἀρετή.
284
ΙΠ. πάνυ γε.
284
ΣΩ. σὺ δὲ ταύτην παραδιδόναι ἄλλῳ κάλλιστʼ ἀνθρώπων ἐπίστασαι.
284
ΙΠ. καὶ πολύ γε, ὦ Σώκρατες.
284
ΣΩ. ὁ οὖν κάλλιστʼ ἐπιστάμενος ἱππικὴν παραδιδόναι ἆρʼ οὐκ ἂν ἐν Θετταλίᾳ τῆς Ἑλλάδος μάλιστα τιμῷτο καὶ πλεῖστα χρήματα λαμβάνοι, καὶ ἄλλοθι ὅπου τοῦτο σπουδάζοιτο;
284
ΙΠ. εἰκός γε.
284
ΣΩ. ὁ δὴ δυνάμενος παραδιδόναι τὰ πλείστου ἄξια μαθήματα εἰς ἀρετὴν οὐκ ἐν Λακεδαίμονι μάλιστα τιμήσεται καὶ πλεῖστα ἐργάσεται χρήματα, ἂν βούληται, καὶ ἐν ἄλλῃ πόλει ἥτις τῶν Ἑλληνίδων εὐνομεῖται; ἀλλʼ ἐν Σικελίᾳ, ὦ ἑταῖρε, οἴει μᾶλλον καὶ ἐν Ἰνυκῷ; ταῦτα πειθώμεθα, ὦ Ἱππία; ἐὰν γὰρ σὺ κελεύῃς, πειστέον.
284
ΙΠ. οὐ γὰρ πάτριον, ὦ Σώκρατες, Λακεδαιμονίοις κινεῖν τοὺς νόμους, οὐδὲ παρὰ τὰ εἰωθότα παιδεύειν τοὺς ὑεῖς.
284
ΣΩ. πῶς λέγεις; Λακεδαιμονίοις οὐ πάτριον ὀρθῶς πράττειν ἀλλʼ ἐξαμαρτάνειν;
284
ΙΠ. οὐκ ἂν φαίην ἔγωγε, ὦ Σώκρατες.
284
ΣΩ. οὐκοῦν ὀρθῶς ἂν πράττοιεν βέλτιον ἀλλὰ μὴ χεῖρον παιδεύοντες τοὺς νέους;
284
ΙΠ. ὀρθῶς· ἀλλὰ ξενικὴν παίδευσιν οὐ νόμιμον αὐτοῖς παιδεύειν, ἐπεὶ εὖ ἴσθι, εἴπερ τις ἄλλος ἐκεῖθεν χρήματα ἔλαβεν πώποτε ἐπὶ παιδεύσει, καὶ ἐμὲ ἂν λαβεῖν πολὺ μάλιστα—χαίρουσι γοῦν ἀκούοντες ἐμοῦ καὶ ἐπαινοῦσιν— ἀλλʼ, ὃ λέγω, οὐ νόμος.
284
ΣΩ. νόμον δὲ λέγεις, ὦ Ἱππία, βλάβην πόλεως εἶναι ἢ ὠφελίαν;
284
ΙΠ. τίθεται μὲν οἶμαι ὠφελίας ἕνεκα, ἐνίοτε δὲ καὶ βλάπτει, ἐὰν κακῶς τεθῇ ὁ νόμος.
284
ΣΩ. τί δέ; οὐχ ὡς ἀγαθὸν μέγιστον πόλει τίθενται τὸν νόμον οἱ τιθέμενοι; καὶ ἄνευ τούτου μετὰ εὐνομίας ἀδύνατον οἰκεῖν;
284
ΙΠ. ἀληθῆ λέγεις.
284
ΣΩ. ὅταν ἄρα ἀγαθοῦ ἁμάρτωσιν οἱ ἐπιχειροῦντες τοὺς νόμους τιθέναι, νομίμου τε καὶ νόμου ἡμαρτήκασιν· ἢ πῶς λέγεις;
284
ΙΠ. τῷ μὲν ἀκριβεῖ λόγῳ, ὦ Σώκρατες, οὕτως ἔχει· οὐ μέντοι εἰώθασιν ἅνθρωποι ὀνομάζειν οὕτω.
284
ΣΩ. πότερον, ὦ Ἱππία, οἱ εἰδότες ἢ οἱ μὴ εἰδότες;
284
ΙΠ. οἱ πολλοί.
284
ΣΩ. εἰσὶν δʼ οὗτοι οἱ εἰδότες τἀληθές, οἱ πολλοί;
284
ΙΠ. οὐ δῆτα.
284
ΣΩ. ἀλλὰ μήν που οἵ γʼ εἰδότες τὸ ὠφελιμώτερον τοῦ ἀνωφελεστέρου νομιμώτερον ἡγοῦνται τῇ ἀληθείᾳ πᾶσιν ἀνθρώποις· ἢ οὐ συγχωρεῖς;