Thesauros Literature Philosophy Ἱππίας μείζων

Ἱππίας μείζων

Ἱππίας μείζων Plato
287 ΣΩ. φεῦ ὡς εὖ λέγεις· ἀλλʼ ἄγʼ, ἐπειδὴ καὶ σὺ κελεύεις, φέρε ὅτι μάλιστα ἐκεῖνος γενόμενος πειρῶμαί σε ἐρωτᾶν. εἰ γὰρ δὴ αὐτῷ τὸν λόγον τοῦτον ἐπιδείξαις ὃν φῄς, τὸν περὶ τῶν καλῶν ἐπιτηδευμάτων, ἀκούσας, ἐπειδὴ παύσαιο λέγων, ἔροιτʼ ἂν οὐ περὶ ἄλλου πρότερον ἢ περὶ τοῦ καλοῦ—ἔθος γάρ τι τοῦτʼ ἔχει—καὶ εἴποι ἄν· ὦ ξένε Ἠλεῖε, ἆρʼ οὐ δικαιοσύνῃ δίκαιοί εἰσιν οἱ δίκαιοι; ἀπόκριναι δή, ὦ Ἱππία, ὡς ἐκείνου ἐρωτῶντος.
287 ΙΠ. ἀποκρινοῦμαι ὅτι δικαιοσύνῃ.
287 ΣΩ. οὐκοῦν ἔστι τι τοῦτο, ἡ δικαιοσύνη;
287 ΙΠ. πάνυ γε.
287 ΣΩ. οὐκοῦν καὶ σοφίᾳ οἱ σοφοί εἰσι σοφοὶ καὶ τῷ ἀγαθῷ πάντα τἀγαθὰ ἀγαθά;
287 ΙΠ. πῶς δʼ οὔ;
287 ΣΩ. οὖσί γέ τισι τούτοις· οὐ γὰρ δήπου μὴ οὖσί γε.
287 ΙΠ. οὖσι μέντοι.
287 ΣΩ. ἆρʼ οὖν οὐ καὶ τὰ καλὰ πάντα τῷ καλῷ ἐστι καλά;
287 ΙΠ. ναί, τῷ καλῷ.
287 ΣΩ. ὄντι γέ τινι τούτῳ;
287 ΙΠ. ὄντι· ἀλλὰ τί γὰρ μέλλει;
287 ΣΩ. εἰπὲ δή, ὦ ξένε, φήσει, τί ἐστι τοῦτο τὸ καλόν;
287 ΙΠ. ἄλλο τι οὖν, ὦ Σώκρατες, ὁ τοῦτο ἐρωτῶν δεῖται πυθέσθαι τί ἐστι καλόν;
287 ΣΩ. οὔ μοι δοκεῖ, ἀλλʼ ὅτι ἐστὶ τὸ καλόν, ὦ Ἱππία.
287 ΙΠ. καὶ τί διαφέρει τοῦτʼ ἐκείνου;
287 ΣΩ. οὐδέν σοι δοκεῖ;
287 ΙΠ. οὐδὲν γὰρ διαφέρει.
287 ΣΩ. ἀλλὰ μέντοι δῆλον ὅτι σὺ κάλλιον οἶσθα. ὅμως δέ, ὠγαθέ, ἄθρει· ἐρωτᾷ γάρ σε οὐ τί ἐστι καλόν, ἀλλʼ ὅτι ἐστὶ τὸ καλόν.
287 ΙΠ. μανθάνω, ὠγαθέ, καὶ ἀποκρινοῦμαί γε αὐτῷ ὅτι ἐστι τὸ καλόν, καὶ οὐ μή ποτε ἐλεγχθῶ. ἔστι γάρ, ὦ Σώκρατες, εὖ ἴσθι, εἰ δεῖ τὸ ἀληθὲς λέγειν, παρθένος καλὴ καλόν.
288 ΣΩ. καλῶς γε, ὦ Ἱππία, νὴ τὸν κύνα καὶ εὐδόξως ἀπεκρίνω. ἄλλο τι οὖν, ἂν ἐγὼ τοῦτο ἀποκρίνωμαι, τὸ ἐρωτώμενόν τε ἀποκεκριμένος ἔσομαι καὶ ὀρθῶς, καὶ οὐ μή ποτε ἐλεγχθῶ;
288 ΙΠ. πῶς γὰρ ἄν, ὦ Σώκρατες, ἐλεγχθείης, ὅ γε πᾶσιν δοκεῖ καὶ πάντες σοι μαρτυρήσουσιν οἱ ἀκούοντες ὅτι ὀρθῶς λέγεις;
288 ΣΩ. εἶεν· πάνυ μὲν οὖν. φέρε δή, ὦ Ἱππία, πρὸς ἐμαυτὸν ἀναλάβω ὃ λέγεις. ὁ μὲν ἐρήσεταί με οὑτωσί πως· ἴθι μοι, ὦ Σώκρατες, ἀπόκριναι· ταῦτα πάντα ἃ φῂς καλὰ εἶναι, εἰ τί ἐστιν αὐτὸ τὸ καλόν, ταῦτʼ ἂν εἴη καλά; ἐγὼ δὲ δὴ ἐρῶ ὅτι εἰ παρθένος καλὴ καλόν, ἔστι διʼ ὃ ταῦτʼ ἂν εἴη καλά;
288 ΙΠ. οἴει οὖν ἔτι αὐτὸν ἐπιχειρήσειν σε ἐλέγχειν ὡς οὐ καλόν ἐστιν ὃ λέγεις, ἢ ἐὰν ἐπιχειρήσῃ, οὐ καταγέλαστον ἔσεσθαι;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme