Thesauros Literature Philosophy Ἱππίας ἐλάττων

Ἱππίας ἐλάττων

Ἱππίας ἐλάττων Plato
374 ΣΩ. βελτίω ἄρα ἥγησαι τῶν σαυτοῦ τὰ ἑκουσίως πονηρὰ ἐργαζόμενα ἢ τὰ ἀκουσίως;
374 ΙΠ. τὰ γοῦν τοιαῦτα.
374 ΣΩ. οὐκοῦν πάντα, οἷον καὶ ὦτα καὶ ῥῖνας καὶ στόμα καὶ πάσας τὰς αἰσθήσεις, εἷς λόγος συνέχει, τὰς μὲν ἀκόντως κακὰ ἐργαζομένας ἀκτήτους εἶναι ὡς πονηρὰς οὔσας, τὰς δὲ ἑκουσίως κτητὰς ὡς ἀγαθὰς οὔσας.
374 ΙΠ. ἔμοιγε δοκεῖ.
374 ΣΩ. τί δέ; ὀργάνων ποτέρων βελτίων ἡ κοινωνία, οἷς ἑκών τις κακὰ ἐργάζεται ἢ οἷς ἄκων; οἷον πηδάλιον ᾧ ἄκων κακῶς τις κυβερνήσει βέλτιον ἢ ᾧ ἑκών;
374 ΙΠ. ὧι ἑκών.
374 ΣΩ. οὐ καὶ τόξον ὡσαύτως καὶ λύρα καὶ αὐλοὶ καὶ τἆλλα σύμπαντα;
375 ΙΠ. ἀληθῆ λέγεις.
375 ΣΩ. τί δέ; ψυχὴν κεκτῆσθαι ἵππου, ᾗ ἑκών τις κακῶς ἱππεύσει, ἄμεινον ἢ ᾗ ἄκων;
375 ΙΠ. ἧι ἑκών.
375 ΣΩ. ἀμείνων ἄρα ἐστίν.
375 ΙΠ. ναί.
375 ΣΩ. τῇ ἀμείνονι ἄρα ψυχῇ ἵππου τὰ τῆς ψυχῆς ἔργα ταύτης τὰ πονηρὰ ἑκουσίως ἂν ποιοῖ, τῇ δὲ τῆς πονηρᾶς ἀκουσίως;
375 ΙΠ. πάνυ γε.
375 ΣΩ. οὐκοῦν καὶ κυνὸς καὶ τῶν ἄλλων ζῴων πάντων;
375 ΙΠ. ναί.
375 ΣΩ. τί δὲ δή; ἀνθρώπου ψυχὴν ἐκτῆσθαι τοξότου ἄμεινόν ἐστιν, ἥτις ἑκουσίως ἁμαρτάνει τοῦ σκοποῦ, ἢ ἥτις ἀκουσίως;
375 ΙΠ. ἥτις ἑκουσίως.
375 ΣΩ. οὐκοῦν καὶ αὕτη ἀμείνων εἰς τοξικήν ἐστιν;
375 ΙΠ. ναί.
375 ΣΩ. καὶ ψυχὴ ἄρα ἀκουσίως ἁμαρτάνουσα πονηροτέρα ἢ ἑκουσίως;
375 ΙΠ. ἐν τοξικῇ γε.
375 ΣΩ. τί δʼ ἐν ἰατρικῇ; οὐχὶ ἡ ἑκοῦσα κακὰ ἐργαζομένη περὶ τὰ σώματα ἰατρικωτέρα;
375 ΙΠ. ναί.
375 ΣΩ. ἀμείνων ἄρα αὕτη ἐν ταύτῃ τῇ τέχνῃ τῆς μὴ ἰατρικῆς.
375 ΙΠ. ἀμείνων.
375 ΣΩ. τί δέ; ἡ κιθαριστικωτέρα καὶ αὐλητικωτέρα καὶ τἆλλα πάντα τὰ κατὰ τὰς τέχνας τε καὶ τὰς ἐπιστήμας, οὐχὶ ἡ ἀμείνων ἑκοῦσα τὰ κακὰ ἐργάζεται καὶ τὰ αἰσχρὰ καὶ ἐξαμαρτάνει, ἡ δὲ πονηροτέρα ἄκουσα;
375 ΙΠ. φαίνεται.
375 ΣΩ. ἀλλὰ μήν που τάς γε τῶν δούλων ψυχὰς κεκτῆσθαι δεξαίμεθʼ ἂν μᾶλλον τὰς ἑκουσίως ἢ τὰς ἀκουσίως ἁμαρτανούσας τε καὶ κακουργούσας, ὡς ἀμείνους οὔσας εἰς ταῦτα.
375 ΙΠ. ναί.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme