Thesauros Literature Philosophy Ἱππίας ἐλάττων

Ἱππίας ἐλάττων

Ἱππίας ἐλάττων Plato
367 ΣΩ. τί δὲ τὰ ψευδῆ περὶ τῶν αὐτῶν τούτων; καί μοι, ὥσπερ τὰ πρότερα, γενναίως καὶ μεγαλοπρεπῶς ἀπόκριναι, ὦ Ἱππία· εἴ τίς σε ἔροιτο τὰ τρὶς ἑπτακόσια πόσα ἐστί, πότερον σὺ ἂν μάλιστα ψεύδοιο καὶ ἀεὶ κατὰ ταὐτὰ ψευδῆ λέγοις περὶ τούτων, βουλόμενος ψεύδεσθαι καὶ μηδέποτε ἀληθῆ ἀποκρίνεσθαι, ἢ ὁ ἀμαθὴς εἰς λογισμοὺς δύναιτʼ ἂν σοῦ μᾶλλον ψεύδεσθαι βουλομένου; ἢ ὁ μὲν ἀμαθὴς πολλάκις ἂν βουλόμενος ψευδῆ λέγειν τἀληθῆ ἂν εἴποι ἄκων, εἰ τύχοι, διὰ τὸ μὴ εἰδέναι, σὺ δὲ ὁ σοφός, εἴπερ βούλοιο ψεύδεσθαι, ἀεὶ ἂν κατὰ τὰ αὐτὰ ψεύδοιο;
367 ΙΠ. ναί, οὕτως ἔχει ὡς σὺ λέγεις.
367 ΣΩ. ὁ ψευδὴς οὖν πότερον περὶ μὲν τἆλλα ψευδής ἐστιν, οὐ μέντοι περὶ ἀριθμόν, οὐδὲ ἀριθμῶν ἂν ψεύσαιτο;
367 ΙΠ. καὶ ναὶ μὰ Δία περὶ ἀριθμόν.
367 ΣΩ. θῶμεν ἄρα καὶ τοῦτο, ὦ Ἱππία, περὶ λογισμόν τε καὶ ἀριθμὸν εἶναί τινα ἄνθρωπον ψευδῆ;
367 ΙΠ. ναί.
367 ΣΩ. τίς οὖν ἂν εἴη οὗτος; οὐχὶ δεῖ ὑπάρχειν αὐτῷ, εἴπερ μέλλει ψευδὴς ἔσεσθαι, ὡς σὺ ἄρτι ὡμολόγεις, δυνατὸν εἶναι ψεύδεσθαι; ὁ γὰρ ἀδύνατος ψεύδεσθαι, εἰ μέμνησαι, ὑπὸ σοῦ ἐλέγετο ὅτι οὐκ ἄν ποτε ψευδὴς γένοιτο.
367 ΙΠ. ἀλλὰ μέμνημαι καὶ ἐλέχθη οὕτως.
367 ΣΩ. οὐκοῦν ἄρτι ἐφάνης σὺ δυνατώτατος ὢν ψεύδεσθαι περὶ λογισμῶν;
367 ΙΠ. ναί, ἐλέχθη γέ τοι καὶ τοῦτο.
367 ΣΩ. ἆρʼ οὖν καὶ δυνατώτατος εἶ ἀληθῆ λέγειν περὶ λογισμῶν;
367 ΙΠ. πάνυ γε.
367 ΣΩ. οὐκοῦν ὁ αὐτὸς ψευδῆ καὶ ἀληθῆ λέγειν περὶ λογισμῶν δυνατώτατος· οὗτος δʼ ἐστὶν ὁ ἀγαθὸς περὶ τούτων, ὁ λογιστικός.
367 ΙΠ. ναί.
367 ΣΩ. τίς οὖν ψευδὴς περὶ λογισμὸν γίγνεται, ὦ Ἱππία, ἄλλος ἢ ὁ ἀγαθός; ὁ αὐτὸς γὰρ καὶ δυνατός· οὗτος δὲ καὶ ἀληθής.
367 ΙΠ. φαίνεται.
367 ΣΩ. ὁρᾷς οὖν ὅτι ὁ αὐτὸς ψευδής τε καὶ ἀληθὴς περὶ τούτων, καὶ οὐδὲν ἀμείνων ὁ ἀληθὴς τοῦ ψευδοῦς; ὁ αὐτὸς γὰρ δήπου ἐστὶ καὶ οὐκ ἐναντιώτατα ἔχει, ὥσπερ σὺ ᾤου ἄρτι.
367 ΙΠ. οὐ φαίνεται ἐνταῦθά γε.
367 ΣΩ. βούλει οὖν σκεψώμεθα καὶ ἄλλοθι;
367 ΙΠ. εἰ ἄλλως γε σὺ βούλει.
367 ΣΩ. οὐκοῦν καὶ γεωμετρίας ἔμπειρος εἶ;
367 ΙΠ. ἔγωγε.
367 ΣΩ. τί οὖν; οὐ καὶ ἐν γεωμετρίᾳ οὕτως ἔχει· ὁ αὐτὸς δυνατώτατος ψεύδεσθαι καὶ ἀληθῆ λέγειν περὶ τῶν διαγραμμάτων, ὁ γεωμετρικός;
367 ΙΠ. ναί.
367 ΣΩ. περὶ ταῦτα οὖν ἀγαθὸς ἄλλος τις ἢ οὗτος;
367 ΙΠ. οὐκ ἄλλος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme