314
ΕΤ. τὰ δόγματα ταῦτα καὶ ψηφίσματα, ἔμοιγε δοκεῖ. τί γὰρ ἂν ἄλλο τις φαίη νόμον εἶναι; ὥστε κινδυνεύει, ὃ σὺ ἐρωτᾷς, τὸ ὅλον τοῦτο, νόμος, δόγμα πόλεως εἶναι.
314
ΣΩ. δόξαν, ὡς ἔοικε, λέγεις πολιτικὴν τὸν νόμον.
314
ΕΤ. ἔγωγε.
314
ΣΩ. καὶ ἴσως καλῶς λέγεις· τάχα δὲ ὧδε ἄμεινον εἰσόμεθα. λέγεις τινὰς σοφούς;
314
ΕΤ. ἔγωγε.
314
ΣΩ. οὐκοῦν οἱ σοφοί εἰσιν σοφίᾳ σοφοί;
314
ΕΤ. ναί.
314
ΣΩ. τί δέ; οἱ δίκαιοι δικαιοσύνῃ δίκαιοι;
314
ΕΤ. πάνυ γε.
314
ΣΩ. οὐκοῦν καὶ οἱ νόμιμοι νόμῳ νόμιμοι;
314
ΕΤ. ναί.
314
ΣΩ. οἱ δὲ ἄνομοι ἀνομίᾳ ἄνομοι;
314
ΕΤ. ναί.
314
ΣΩ. οἱ δὲ νόμιμοι δίκαιοι;
314
ΕΤ. ναί.
314
ΣΩ. οἱ δὲ ἄνομοι ἄδικοι;
314
ΕΤ. ἄδικοι.
314
ΣΩ. οὐκοῦν κάλλιστον ἡ δικαιοσύνη τε καὶ ὁ νόμος;
314
ΕΤ. οὕτως.
314
ΣΩ. αἴσχιστον δὲ ἡ ἀδικία τε καὶ ἡ ἀνομία;
314
ΕΤ. ναί.
314
ΣΩ. καὶ τὸ μὲν σῴζει τὰς πόλεις καὶ τἆλλα πάντα, τὸ δὲ ἀπόλλυσι καὶ ἀνατρέπει;
314
ΕΤ. ναί.
314
ΣΩ. ὡς περὶ καλοῦ ἄρα τινὸς ὄντος δεῖ τοῦ νόμου διανοεῖσθαι, καὶ ὡς ἀγαθὸν αὐτὸ ζητεῖν.
314
ΕΤ. πῶς δʼ οὔ;
314
ΣΩ. οὐκοῦν δόγμα ἔφαμεν εἶναι πόλεως τὸν νόμον;
314
ΕΤ. ἔφαμεν γάρ.
314
ΣΩ. τί οὖν; οὐκ ἔστιν τὰ μὲν χρηστὰ δόγματα, τὰ δὲ πονηρά;
314
ΕΤ. ἔστιν μὲν οὖν.
314
ΣΩ. καὶ μὴν νόμος γε οὐκ ἦν πονηρός.