316
ΕΤ. ταὐτὰ δήπου πολλὴ ἀνάγκη ἐστὶν τοὺς εἰδότας αὐτοὺς αὑτοῖς συννομίζειν καὶ Ἕλληνας καὶ βαρβάρους.
316
ΣΩ. καλῶς γε ἀπεκρίνω. οὐκοῦν καὶ ἀεί;
316
ΕΤ. ναί, καὶ ἀεί.
316
ΣΩ. οὐκοῦν καὶ οἱ ἰατροὶ συγγράφουσι περὶ ὑγιείας ἅπερ καὶ νομίζουσιν εἶναι;
316
ΕΤ. ναί.
316
ΣΩ. ἰατρικὰ ἄρα καὶ ἰατρικοὶ νόμοι ταῦτα τὰ συγγράμματα ἐστὶν τὰ τῶν ἰατρῶν.
316
ΕΤ. ἰατρικὰ μέντοι.
316
ΣΩ. ἆρʼ οὖν καὶ τὰ γεωργικὰ συγγράμματα γεωργικοὶ νόμοι εἰσίν;
316
ΕΤ. ναί.
316
ΣΩ. τίνων οὖν ἐστιν τὰ περὶ κήπων ἐργασίας συγγράμματα καὶ νόμιμα;
316
ΕΤ. κηπουρῶν.
316
ΣΩ. κηπουρικοὶ ἄρα νόμοι ἡμῖν εἰσιν οὗτοι.
316
ΕΤ. ναί.
316
ΣΩ. τῶν ἐπισταμένων κήπων ἄρχειν;
316
ΕΤ. πῶς δʼ οὔ;
316
ΣΩ. ἐπίστανται δʼ οἱ κηπουροί.
316
ΕΤ. ναί.
316
ΣΩ. τίνων δὲ τὰ περὶ ὄψου σκευασίας συγγράμματά τε καὶ νόμιμα;
316
ΕΤ. μαγείρων.
316
ΣΩ. μαγειρικοὶ ἄρα οὗτοι νόμοι εἰσί;
316
ΕΤ. μαγειρικοί.
317
ΣΩ. τῶν ἐπισταμένων, ὡς ἔοικεν, ὄψου σκευασίας ἄρχειν;
317
ΕΤ. ναί.
317
ΣΩ. ἐπίστανται δέ, ὥς φασιν, οἱ μάγειροι;
317
ΕΤ. ἐπίστανται γάρ.
317
ΣΩ. εἶεν· τίνων δὲ δὴ τὰ περὶ πόλεως διοικήσεως συγγράμματά τε καὶ νόμιμά ἐστιν; ἆρʼ οὐ τῶν ἐπισταμένων πόλεων ἄρχειν;
317
ΕΤ. ἔμοιγε δοκεῖ.
317
ΣΩ. ἐπίστανται δὲ ἄλλοι τινὲς ἢ οἱ πολιτικοί τε καὶ οἱ βασιλικοί;
317
ΕΤ. οὗτοι μὲν οὖν.
317
ΣΩ. πολιτικὰ ἄρα ταῦτα συγγράμματά ἐστιν, οὓς οἱ ἄνθρωποι νόμους καλοῦσι, βασιλέων τε καὶ ἀνδρῶν ἀγαθῶν συγγράμματα.