Thesauros Literature Philosophy Μίνως

Μίνως

Μίνως Plato
317 ΕΤ. ἀληθῆ λέγεις.
317 ΣΩ. ἄλλο τι οὖν οἵ γε ἐπιστάμενοι οὐκ ἄλλοτε ἄλλα συγγράψουσι περὶ τῶν αὐτῶν;
317 ΕΤ. οὔ.
317 ΣΩ. οὐδὲ μεταθήσονταί ποτε περὶ τῶν αὐτῶν ἕτερα καὶ ἕτερα νόμιμα;
317 ΕΤ. οὐ δῆτα.
317 ΣΩ. ἐὰν οὖν ὁρῶμέν τινας ὁπουοῦν τοῦτο ποιοῦντας, πότερα φήσομεν ἐπιστήμονας εἶναι ἢ ἀνεπιστήμονας τοὺς τοῦτο ποιοῦντας;
317 ΕΤ. ἀνεπιστήμονας.
317 ΣΩ. οὐκοῦν καὶ ὃ μὲν ἂν ὀρθὸν ᾖ, νόμιμον αὐτὸ φήσομεν ἑκάστῳ εἶναι, ἢ τὸ ἰατρικὸν ἢ τὸ μαγειρικὸν ἢ τὸ κηπουρικόν;
317 ΕΤ. ναί.
317 ΣΩ. ὃ δʼ ἂν μὴ ὀρθὸν ᾖ, οὐκέτι φήσομεν τοῦτο νόμιμον εἶναι;
317 ΕΤ. οὐκέτι.
317 ΣΩ. ἄνομον ἄρα γίγνεται.
317 ΕΤ. ἀνάγκη.
317 ΣΩ. οὐκοῦν καὶ ἐν τοῖς συγγράμμασι τοῖς περὶ τῶν δικαίων καὶ ἀδίκων καὶ ὅλως περὶ πόλεως διακοσμήσεώς τε καὶ περὶ τοῦ ὡς χρὴ πόλιν διοικεῖν, τὸ μὲν ὀρθὸν νόμος ἐστὶ βασιλικός, τὸ δὲ μὴ ὀρθὸν οὔ, ὃ δοκεῖ νόμος εἶναι τοῖς μὴ εἰδόσιν· ἔστιν γὰρ ἄνομον.
317 ΕΤ. ναί.
317 ΣΩ. ὀρθῶς ἄρα ὡμολογήσαμεν νόμον εἶναι τοῦ ὄντος εὕρεσιν.
317 ΕΤ. φαίνεται.
317 ΣΩ. ἔτι δὲ καὶ τόδε ἐν αὐτῷ διαθεώμεθα. τίς ἐπιστήμων διανεῖμαι ἐπὶ γῇ τὰ σπέρματα;
317 ΕΤ. γεωργός.
317 ΣΩ. οὗτος δὲ τὰ ἄξια σπέρματα ἑκάστῃ γῇ διανέμει;
317 ΕΤ. ναί.
317 ΣΩ. ὁ γεωργὸς ἄρα νομεὺς ἀγαθὸς τούτων, καὶ οἱ τούτου νόμοι καὶ διανομαὶ ἐπὶ ταῦτα ὀρθαί εἰσιν;
317 ΕΤ. ναί.
317 ΣΩ. τίς δὲ κρουμάτων ἐπὶ τὰ μέλη ἀγαθὸς νομεύς, καὶ τὰ ἄξια νεῖμαι; καὶ οἱ τίνος νόμοι ὀρθοί εἰσιν;
317 ΕΤ. οἱ τοῦ αὐλητοῦ καὶ τοῦ κιθαριστοῦ.
317 ΣΩ. ὁ νομικώτατος ἄρα ἐν τούτοις, οὗτος αὐλητικώτατος.
317 ΕΤ. ναί.
317 ΣΩ. τίς δὲ τὴν τροφὴν ἐπὶ τὰ τῶν ἀνθρώπων σώματα διανεῖμαι ἄριστος; οὐχ ὅσπερ τὴν ἀξίαν;
317 ΕΤ. ναί.
317 ΣΩ. αἱ τούτου ἄρα διανομαὶ καὶ οἱ νόμοι βέλτιστοι, καὶ ὅστις περὶ ταῦτα νομικώτατος, καὶ νομεὺς ἄριστος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme