Thesauros Literature Philosophy Νόμοι

Νόμοι

Νόμοι Plato

Book 1

639 ΑΘ. σκεψώμεθα δή πῃ τῇδε. φέρε, εἴ τις αἰγῶν τροφήν, καὶ τὸ ζῷον αὐτὸ κτῆμα ὡς ἔστιν καλόν, ἐπαινοῖ, ἄλλος δέ τις ἑωρακὼς αἶγας χωρὶς νεμομένας αἰπόλου ἐν ἐργασίμοις χωρίοις δρώσας κακὰ διαψέγοι, καὶ πᾶν θρέμμα ἄναρχον ἢ μετὰ κακῶν ἀρχόντων ἰδὼν οὕτω μέμφοιτο, τὸν τοῦ τοιούτου ψόγον ἡγούμεθα ὑγιὲς ἄν ποτε ψέξαι καὶ ὁτιοῦν;
639 ΜΕ. καὶ πῶς;
639 ΑΘ. χρηστὸς δὲ ἄρχων ἔσθʼ ἡμῖν ἐν πλοίοις πότερον ἐὰν τὴν ναυτικὴν ἔχῃ ἐπιστήμην μόνον, ἄντʼ οὖν ναυτιᾷ ἄντε μή, ἢ πῶς ἂν λέγοιμεν;
639 ΜΕ. οὐδαμῶς, ἄν γε πρὸς τῇ τέχνῃ ἔχῃ καὶ τοῦτο τὸ πάθος ὃ λέγεις.
639 ΑΘ. τί δʼ ἄρχων στρατοπέδων; ἆρʼ ἐὰν τὴν πολεμικὴν ἔχῃ ἐπιστήμην, ἱκανὸς ἄρχειν, κἂν δειλὸς ὢν ἐν τοῖς δεινοῖς ὑπὸ μέθης τοῦ φόβου ναυτιᾷ;
639 ΜΕ. καὶ πῶς;
639 ΑΘ. ἂν δὲ αὖ μήτε ἔχῃ τὴν τέχνην δειλός τε ᾖ;
639 ΜΕ. παντάπασίν τινα πονηρὸν λέγεις, καὶ οὐδαμῶς ἀνδρῶν ἄρχοντα ἀλλά τινων σφόδρα γυναικῶν.
639 ΑΘ. τί δʼ ἐπαινέτην ἢ ψέκτην κοινωνίας ἡστινοσοῦν ᾗ πέφυκέν τε ἄρχων εἶναι μετʼ ἐκείνου τε ὠφέλιμός ἐστιν, ὁ δὲ μήτε ἑωρακὼς εἴη ποτʼ ὀρθῶς αὐτὴν αὑτῇ κοινωνοῦσαν μετʼ ἄρχοντος, ἀεὶ δὲ ἄναρχον ἢ μετὰ κακῶν ἀρχόντων συνοῦσαν; οἰόμεθα δή ποτε τοὺς τοιούτους θεωροὺς τῶν τοιούτων κοινωνιῶν χρηστόν τι ψέξειν ἢ ἐπαινέσεσθαι;
639 ΜΕ. πῶς δʼ ἄν, μηδέποτέ γε ἰδόντας μηδὲ συγγενομένους ὀρθῶς γενομένῳ μηδενὶ τῶν τοιούτων κοινωνημάτων;
639 ΑΘ. ἔχε δή· τῶν πολλῶν κοινωνιῶν συμπότας καὶ συμπόσια θεῖμεν ἂν μίαν τινὰ συνουσίαν εἶναι;
639 ΜΕ. καὶ σφόδρα γε.
639 ΑΘ. ταύτην οὖν μῶν ὀρθῶς γιγνομένην ἤδη τις πώποτε ἐθεάσατο; καὶ σφῷν μὲν ἀποκρίνασθαι ῥᾴδιον ὡς οὐδεπώποτε τὸ παράπαν—οὐ γὰρ ἐπιχώριον ὑμῖν τοῦτο οὐδὲ νόμιμον—ἐγὼ δὲ ἐντετύχηκά τε πολλαῖς καὶ πολλαχοῦ, καὶ προσέτι πάσας ὡς ἔπος εἰπεῖν διηρώτηκα, καὶ σχεδὸν ὅλην μὲν οὐδεμίαν ὀρθῶς γιγνομένην ἑώρακα οὐδὲ ἀκήκοα, μόρια δʼ εἴ που σμικρὰ καὶ ὀλίγα, τὰ πολλὰ δὲ σύμπανθʼ ὡς εἰπεῖν διημαρτημένα.
640 ΚΛ. πῶς δὴ ταῦτα, ὦ ξένε, λέγεις; εἰπὲ ἔτι σαφέστερον· ἡμεῖς μὲν γάρ, ὅπερ εἶπες, ἀπειρίᾳ τῶν τοιούτων, οὐδὲ ἐντυγχάνοντες ἂν ἴσως εὐθύς γε γνοῖμεν τό τε ὀρθὸν καὶ μὴ γιγνόμενον ἐν αὐτοῖς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme