Thesauros Literature Philosophy Νόμοι

Νόμοι

Νόμοι Plato

Book 1

640 ΑΘ. εἰκὸς λέγεις· ἀλλʼ ἐμοῦ φράζοντος πειρῶ μανθάνειν. τὸ μὲν γὰρ ἐν πάσαις τε συνόδοις, καὶ κοινωνίαις πράξεων ὡντινωνοῦν, ὡς ὀρθὸν πανταχοῦ ἑκάστοις ἄρχοντα εἶναι, μανθάνεις;
640 ΚΛ. πῶς γὰρ οὔ;
640 ΑΘ. καὶ μὴν ἐλέγομεν νυνδὴ μαχομένων ὡς ἀνδρεῖον δεῖ τὸν ἄρχοντʼ εἶναι.
640 ΚΛ. πῶς δʼ οὔ;
640 ΑΘ. ὁ μὴν ἀνδρεῖος τῶν δειλῶν ὑπὸ φόβων ἧττον τεθορύβηται.
640 ΚΛ. καὶ τοῦτο οὕτως.
640 ΑΘ. εἰ δʼ ἦν τις μηχανὴ μηδὲν τὸ παράπαν δεδιότα μηδὲ θορυβούμενον ἐπιστῆσαι στρατοπέδῳ στρατηγόν, ἆρʼ οὐ τοῦτʼ ἂν παντὶ τρόπῳ ἐπράττομεν;
640 ΚΛ. σφόδρα μὲν οὖν.
640 ΑΘ. νῦν δέ γε οὐ στρατοπέδου περὶ λέγομεν ἄρξοντος ἐν ἀνδρῶν ὁμιλίαις ἐχθρῶν ἐχθροῖς μετὰ πολέμου, φίλων δʼ ἐν εἰρήνῃ πρὸς φίλους κοινωνησόντων φιλοφροσύνης.
640 ΚΛ. ὀρθῶς.
640 ΑΘ. ἔστιν δέ γε ἡ τοιαύτη συνουσία, εἴπερ ἔσται μετὰ μέθης, οὐκ ἀθόρυβος. ἦ γάρ;
640 ΚΛ. πῶς γάρ; ἀλλʼ οἶμαι πᾶν τοὐναντίον.
640 ΑΘ. οὐκοῦν πρῶτον μὲν καὶ τούτοις ἄρχοντος δεῖ;
640 ΚΛ. τί μήν; ὡς οὐδενί γε πράγματι.
640 ΑΘ. πότερον οὖν ἀθόρυβον, εἰ δυνατὸν εἴη, τὸν τοιοῦτον ἄρχοντα ἐκπορίζεσθαι δεῖ;
640 ΚΛ. πῶς γὰρ οὔ;
640 ΑΘ. καὶ μὴν περί γε συνουσίας, ὡς ἔοικεν, αὐτὸν φρόνιμον εἶναι δεῖ· γίγνεται γὰρ φύλαξ τῆς τε ὑπαρχούσης φιλίας αὐτοῖς, καὶ ἔτι πλείονος ἐπιμελητὴς ὅπως ἔσται διὰ τὴν τότε συνουσίαν.
640 ΚΛ. ἀληθέστατα.
640 ΑΘ. οὐκοῦν νήφοντά τε καὶ σοφὸν ἄρχοντα μεθυόντων δεῖ καθιστάναι, καὶ μὴ τοὐναντίον; μεθυόντων γὰρ μεθύων καὶ νέος ἄρχων μὴ σοφός, εἰ μὴ κακὸν ἀπεργάσαιτό τι μέγα, πολλῇ χρῷτʼ ἂν ἀγαθῇ τύχῃ.
640 ΚΛ. παμπόλλῃ μὲν οὖν.
640 ΑΘ. οὐκοῦν εἰ μὲν γιγνομένων ὡς δυνατὸν ὀρθότατα τούτων ἐν ταῖς πόλεσι τῶν συνουσιῶν μέμφοιτό τις, ἐπικαλῶν αὐτῷ τῷ πράγματι, τάχʼ ἂν ὀρθῶς ἴσως μέμφοιτο· εἰ δὲ ἁμαρτανόμενον ὡς οἷόν τε μάλιστα ἐπιτήδευμά τις ὁρῶν λοιδορεῖ, πρῶτον μὲν δῆλον ὡς ἀγνοεῖ τοῦτʼ αὐτὸ γιγνόμενον οὐκ ὀρθῶς, εἶθʼ ὅτι πᾶν τούτῳ τῷ τρόπῳ φανεῖται πονηρόν, δεσπότου τε καὶ ἄρχοντος νήφοντος χωρὶς πραττόμενον.
641 ΑΘ. ἢ οὐ συννοεῖς τοῦθʼ, ὅτι μεθύων κυβερνήτης καὶ πᾶς παντὸς ἄρχων ἀνατρέπει πάντα εἴτε πλοῖα εἴτε ἅρματα εἴτε στρατόπεδον, εἴθʼ ὅτι ποτʼ εἴη τὸ κυβερνώμενον ὑπʼ αὐτοῦ;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme