Thesauros Literature Philosophy Νόμοι

Νόμοι

Νόμοι Plato

Book 1

626 ΑΘ. ἀλλὰ ταὐτόν;
626 ΚΛ. ναί.
626 ΑΘ. τί δέ; πρὸς οἰκίαν οἰκίᾳ τῶν ἐν τῇ κώμῃ, καὶ πρὸς ἄνδρα ἀνδρὶ ἑνὶ πρὸς ἕνα, ταὐτὸν ἔτι;
626 ΚΛ. ταὐτόν.
626 ΑΘ. αὐτῷ δὲ πρὸς αὑτὸν πότερον ὡς πολεμίῳ πρὸς πολέμιον διανοητέον; ἢ πῶς ἔτι λέγομεν;
626 ΚΛ. ὦ ξένε Ἀθηναῖε—οὐ γάρ σε Ἀττικὸν ἐθέλοιμʼ ἂν προσαγορεύειν· δοκεῖς γάρ μοι τῆς θεοῦ ἐπωνυμίας ἄξιος εἶναι μᾶλλον ἐπονομάζεσθαι· τὸν γὰρ λόγον ἐπʼ ἀρχὴν ὀρθῶς ἀναγαγὼν σαφέστερον ἐποίησας, ὥστε ῥᾷον ἀνευρήσεις ὅτι νυνδὴ ὑφʼ ἡμῶν ὀρθῶς ἐρρήθη τὸ πολεμίους εἶναι πάντας πᾶσιν δημοσίᾳ τε, καὶ ἰδίᾳ ἑκάστους αὐτοὺς σφίσιν αὐτοῖς.
626 ΑΘ. πῶς εἴρηκας, ὦ θαυμάσιε;
626 ΚΛ. κἀνταῦθα, ὦ ξένε, τὸ νικᾶν αὐτὸν αὑτὸν πασῶν νικῶν πρώτη τε καὶ ἀρίστη, τὸ δὲ ἡττᾶσθαι αὐτὸν ὑφʼ ἑαυτοῦ πάντων αἴσχιστόν τε ἅμα καὶ κάκιστον. ταῦτα γὰρ ὡς πολέμου ἐν ἑκάστοις ἡμῶν ὄντος πρὸς ἡμᾶς αὐτοὺς σημαίνει.
627 ΑΘ. πάλιν τοίνυν τὸν λόγον ἀναστρέψωμεν. ἐπειδὴ γὰρ εἷς ἕκαστος ἡμῶν ὁ μὲν κρείττων αὑτοῦ, ὁ δὲ ἥττων ἐστί, πότερα φῶμεν οἰκίαν τε καὶ κώμην καὶ πόλιν ἔχειν ταὐτὸν τοῦτο ἐν αὑταῖς ἢ μὴ φῶμεν;
627 ΚΛ. τὸ κρείττω τε ἑαυτῆς εἶναι λέγεις τινά, τὴν δʼ ἥττω;
627 ΑΘ. ναί.
627 ΚΛ. καὶ τοῦτο ὀρθῶς ἤρου· πάνυ γὰρ ἔστι καὶ σφόδρα τὸ τοιοῦτον, οὐχ ἥκιστα ἐν ταῖς πόλεσιν. ἐν ὁπόσαις μὲν γὰρ οἱ ἀμείνονες νικῶσιν τὸ πλῆθος καὶ τοὺς χείρους, ὀρθῶς ἂν αὕτη κρείττων τε ἑαυτῆς λέγοιθʼ ἡ πόλις, ἐπαινοῖτό τε ἂν δικαιότατα τῇ τοιαύτῃ νίκῃ· τοὐναντίον δέ, ὅπου τἀναντία.
627 ΑΘ. τὸ μὲν τοίνυν εἴ ποτέ ἐστίν που τὸ χεῖρον κρεῖττον τοῦ ἀμείνονος ἐάσωμεν—μακροτέρου γὰρ λόγου—τὸ δὲ ὑπὸ σοῦ λεγόμενον μανθάνω νῦν, ὥς ποτε πολῖται, συγγενεῖς καὶ τῆς αὐτῆς πόλεως γεγονότες, ἄδικοι καὶ πολλοὶ συνελθόντες, δικαίους ἐλάττους ὄντας βιάσονται δουλούμενοι, καὶ ὅταν μὲν κρατήσωσιν, ἥττων ἡ πόλις αὑτῆς ὀρθῶς αὕτη λέγοιτʼ ἂν ἅμα καὶ κακή, ὅπου δʼ ἂν ἡττῶνται, κρείττων τε καὶ ἀγαθή.
627 ΚΛ. καὶ μάλα ἄτοπον, ὦ ξένε, τὸ νῦν λεγόμενον· ὅμως δὲ ὁμολογεῖν οὕτως ἀναγκαιότατον.
627 ΑΘ. ἔχε δή. καὶ τόδε πάλιν ἐπισκεψώμεθα· πολλοὶ ἀδελφοί που γένοιντʼ ἂν ἑνὸς ἀνδρός τε καὶ μιᾶς ὑεῖς, καὶ δὴ καὶ θαυμαστὸν οὐδὲν τοὺς πλείους μὲν ἀδίκους αὐτῶν γίγνεσθαι, τοὺς δὲ ἐλάττους δικαίους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme