Thesauros Literature Philosophy Νόμοι

Νόμοι

Νόμοι Plato

Book 10

895 ΑΘ. ἀλλʼ ὅταν ἄρα αὐτὸ αὑτὸ κινῆσαν ἕτερον ἀλλοιώσῃ, τὸ δʼ ἕτερον ἄλλο, καὶ οὕτω δὴ χίλια ἐπὶ μυρίοις γίγνηται τὰ κινηθέντα, μῶν ἀρχή τις αὐτῶν ἔσται τῆς κινήσεως ἁπάσης ἄλλη πλὴν ἡ τῆς αὐτῆς αὑτὴν κινησάσης μεταβολή;
895 ΚΛ. κάλλιστα εἶπες, συγχωρητέα τε τούτοις.
895 ΑΘ. ἔτι δὴ καὶ τῇδε εἴπωμεν, καὶ ἀποκρινώμεθα πάλιν ἡμῖν αὐτοῖσιν. εἰ σταίη πως τὰ πάντα ὁμοῦ γενόμενα, καθάπερ οἱ πλεῖστοι τῶν τοιούτων τολμῶσι λέγειν, τίνʼ ἄρα ἐν αὐτοῖς ἀνάγκη πρώτην κίνησιν γενέσθαι τῶν εἰρημένων; τὴν αὐτὴν ἑαυτὴν δήπου κινοῦσαν· ὑπʼ ἄλλου γὰρ οὐ μήποτε ἔμπροσθεν μεταπέσῃ, μηδεμιᾶς γε ἐν αὐτοῖς οὔσης ἔμπροσθεν μεταπτώσεως. ἀρχὴν ἄρα κινήσεων πασῶν καὶ πρώτην ἔν τε ἑστῶσιν γενομένην καὶ ἐν κινουμένοις οὖσαν τὴν αὑτὴν κινοῦσαν φήσομεν ἀναγκαίως εἶναι πρεσβυτάτην καὶ κρατίστην μεταβολὴν πασῶν, τὴν δὲ ἀλλοιουμένην ὑφʼ ἑτέρου, κινοῦσαν δὲ ἕτερα δευτέραν.
895 ΚΛ. ἀληθέστατα λέγεις.
895 ΑΘ. ὁπότε δὴ τοίνυν ἐνταῦθά ἐσμεν τοῦ λόγου, τόδε ἀποκρινώμεθα.
895 ΚΛ. τὸ ποῖον;
895 ΑΘ. ἐὰν ἴδωμέν που ταύτην γενομένην ἐν τῷ γηίνῳ ἢ ἐνύδρῳ ἢ πυροειδεῖ, κεχωρισμένῳ ἢ καὶ συμμιγεῖ, τί ποτε φήσομεν ἐν τῷ τοιούτῳ πάθος εἶναι;
895 ΚΛ. μῶν ἄρα με ἐρωτᾷς εἰ ζῆν αὐτὸ προσεροῦμεν, ὅταν αὐτὸ αὑτὸ κινῇ;
895 ΑΘ. ναί.
895 ΚΛ. Ζῆν· πῶς γὰρ οὔ;
895 ΑΘ. τί δέ; ὁπόταν ψυχὴν ἔν τισιν ὁρῶμεν, μῶν ἄλλο ἢ ταὐτὸν τούτῳ; ζῆν ὁμολογητέον;
895 ΚΛ. οὐκ ἄλλο.
895 ΑΘ. ἔχε δὴ πρὸς Διός· ἆρʼ οὐκ ἂν ἐθέλοις περὶ ἕκαστον τρία νοεῖν;
895 ΚΛ. πῶς λέγεις;
895 ΑΘ. ἓν μὲν τὴν οὐσίαν, ἓν δὲ τῆς οὐσίας τὸν λόγον, ἓν δὲ ὄνομα· καὶ δὴ καὶ ἐρωτήσεις εἶναι περὶ τὸ ὂν ἅπαν δύο.
895 ΚΛ. πῶς δύο;
895 ΑΘ. τοτὲ μὲν ἡμῶν ἕκαστον τοὔνομα προτεινόμενον αὐτὸ τὸν λόγον ἀπαιτεῖν, τοτὲ δὲ τὸν λόγον αὐτὸν προτεινόμενον ἐρωτᾶν αὖ τοὔνομα. ἆρά γε τὸ τοιόνδε αὖ βουλόμεθα νῦν λέγειν;
895 ΚΛ. τὸ ποῖον;
895 ΑΘ. ἔστιν που δίχα διαιρούμενον ἐν ἄλλοις τε καὶ ἐν ἀριθμῷ· τούτῳ δὴ τῷ κατʼ ἀριθμὸν ὄνομα μὲν ἄρτιον, λόγος δέ, ἀριθμὸς διαιρούμενος εἰς ἴσα δύο μέρη.
895 ΚΛ. ναί.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme