Thesauros Literature Philosophy Νόμοι

Νόμοι

Νόμοι Plato

Book 10

897 ΑΘ. ἧι προσέοικεν κινήσει νοῦς τῶν δέκα ἐκείνων κινήσεων, τὴν εἰκόνα λάβωμεν· ἣν συναναμνησθεὶς ὑμῖν ἐγὼ κοινῇ τὴν ἀπόκρισιν ποιήσομαι.
897 ΚΛ. κάλλιστα ἂν λέγοις.
897 ΑΘ. μεμνήμεθα τοίνυν τῶν τότε ἔτι τοῦτό γε, ὅτι τῶν πάντων τὰ μὲν κινεῖσθαι, τὰ δὲ μένειν ἔθεμεν;
897 ΚΛ. ναί.
898 ΑΘ. τῶν δʼ αὖ κινουμένων τὰ μὲν ἐν ἑνὶ τόπῳ κινεῖσθαι, τὰ δʼ ἐν πλείοσιν φερόμενα.
898 ΚΛ. ἔστι ταῦτα.
898 ΑΘ. τούτοιν δὴ τοῖν κινησέοιν τὴν ἐν ἑνὶ φερομένην ἀεὶ περί γέ τι μέσον ἀνάγκη κινεῖσθαι, τῶν ἐντόρνων οὖσαν μίμημά τι κύκλων, εἶναί τε αὐτὴν τῇ τοῦ νοῦ περιόδῳ πάντως ὡς δυνατὸν οἰκειοτάτην τε καὶ ὁμοίαν.
898 ΚΛ. πῶς λέγεις;
898 ΑΘ. τὸ κατὰ ταὐτὰ δήπου καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ καὶ περὶ τὰ αὐτὰ καὶ πρὸς τὰ αὐτὰ καὶ ἕνα λόγον καὶ τάξιν μίαν ἄμφω κινεῖσθαι λέγοντες, νοῦν τήν τε ἐν ἑνὶ φερομένην κίνησιν, σφαίρας ἐντόρνου ἀπεικασμένα φοραῖς, οὐκ ἄν ποτε φανεῖμεν φαῦλοι δημιουργοὶ λόγῳ καλῶν εἰκόνων.
898 ΚΛ. ὀρθότατα λέγεις.
898 ΑΘ. οὐκοῦν αὖ ἥ γε μηδέποτε ὡσαύτως μηδὲ κατὰ τὰ αὐτὰ μηδὲ ἐν ταὐτῷ μηδὲ περὶ ταὐτὰ μηδὲ πρὸς ταὐτὰ μηδʼ ἐν ἑνὶ φερομένη μηδʼ ἐν κόσμῳ μηδʼ ἐν τάξει μηδὲ ἔν τινι λόγῳ κίνησις ἀνοίας ἂν ἁπάσης εἴη συγγενής;
898 ΚΛ. εἴη γὰρ ἂν ἀληθέστατα.
898 ΑΘ. νῦν δὴ χαλεπὸν οὐδὲν ἔτι διαρρήδην εἰπεῖν ὡς, ἐπειδὴ ψυχὴ μέν ἐστιν ἡ περιάγουσα ἡμῖν πάντα, τὴν δὲ οὐρανοῦ περιφορὰν ἐξ ἀνάγκης περιάγειν φατέον ἐπιμελουμένην καὶ κοσμοῦσαν ἤτοι τὴν ἀρίστην ψυχὴν ἢ τὴν ἐναντίαν.
898 ΚΛ. ὦ ξένε, ἀλλὰ ἔκ γε τῶν νῦν εἰρημένων οὐδʼ ὅσιον ἄλλως λέγειν ἢ πᾶσαν ἀρετὴν ἔχουσαν ψυχὴν μίαν ἢ πλείους περιάγειν αὐτά.
898 ΑΘ. κάλλιστα, ὦ Κλεινία, ὑπήκουσας τοῖς λόγοις· τόδε δὲ προσυπάκουσον ἔτι.
898 ΚΛ. τὸ ποῖον;
898 ΑΘ. Ἥλιον καὶ σελήνην καὶ τὰ ἄλλα ἄστρα, εἴπερ ψυχὴ περιάγει πάντα, ἆρʼ οὐ καὶ ἓν ἕκαστον;
898 ΚΛ. τί μήν;
898 ΑΘ. περὶ ἑνὸς δὴ ποιησώμεθα λόγους, οἳ καὶ ἐπὶ πάντα ἡμῖν ἄστρα ἁρμόττοντες φανοῦνται.
898 ΚΛ. τίνος;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme