Thesauros Literature Philosophy Νόμοι

Νόμοι

Νόμοι Plato

Book 10

901 ΑΘ. τί δέ; δύνασθαι πάντα ὁπόσων αὖ δύναμίς ἐστιν θνητοῖς τε καὶ ἀθανάτοις;
901 ΚΛ. πῶς γὰρ οὐ συγχωρήσονται καὶ ταῦτα οὕτως ἔχειν;
901 ΑΘ. καὶ μὴν ἀγαθούς γε καὶ ἀρίστους ὡμολογήκαμεν αὐτοὺς εἶναι πέντε ὄντες.
901 ΚΛ. σφόδρα γε.
901 ΑΘ. ἆρʼ οὖν οὐ ῥᾳθυμίᾳ μὲν καὶ τρυφῇ ἀδύνατον αὐτοὺς ὁμολογεῖν πράττειν ὁτιοῦν τὸ παράπαν, ὄντας γε οἵους ὁμολογοῦμεν; δειλίας γὰρ ἔκγονος ἔν γε ἡμῖν ἀργία, ῥᾳθυμία δὲ ἀργίας καὶ τρυφῆς.
901 ΚΛ. ἀληθέστατα λέγεις.
901 ΑΘ. ἀργίᾳ μὲν δὴ καὶ ῥᾳθυμίᾳ οὐδεὶς ἀμελεῖ θεῶν· οὐ γὰρ μέτεστιν αὐτῷ που δειλίας.
901 ΚΛ. ὀρθότατα λέγεις.
902 ΑΘ. οὐκοῦν τὸ λοιπόν, εἴπερ ἀμελοῦσι τῶν σμικρῶν καὶ ὀλίγων τῶν περὶ τὸ πᾶν, ἢ γιγνώσκοντες ὡς τὸ παράπαν οὐδενὸς τῶν τοιούτων ἐπιμελεῖσθαι δεῖ, δρῷεν ἂν τοῦτο, ἢ τί τὸ λοιπὸν πλὴν τῷ γιγνώσκειν τοὐναντίον;
902 ΚΛ. οὐδέν.
902 ΑΘ. πότερον οὖν, ὦ ἄριστε καὶ βέλτιστε, θῶμέν σε λέγοντα ὡς ἀγνοοῦντάς τε καὶ δέον ἐπιμελεῖσθαι διʼ ἄγνοιαν ἀμελοῦντας, ἢ γιγνώσκοντας ὅτι δεῖ, καθάπερ οἱ φαυλότατοι τῶν ἀνθρώπων λέγονται ποιεῖν, εἰδότες ἄλλα εἶναι βελτίω πράττειν ὧν δὴ πράττουσιν, διά τινας ἥττας ἡδονῶν ἢ λυπῶν οὐ ποιεῖν;
902 ΚΛ. πῶς γὰρ ἄν;
902 ΑΘ. οὐκοῦν δὴ τά γε ἀνθρώπινα πράγματα τῆς τε ἐμψύχου μετέχει φύσεως ἅμα, καὶ θεοσεβέστατον αὐτό ἐστι πάντων ζῴων ἄνθρωπος;
902 ΚΛ. ἔοικε γοῦν.
902 ΑΘ. θεῶν γε μὴν κτήματά φαμεν εἶναι πάντα ὁπόσα θνητὰ ζῷα, ὧνπερ καὶ τὸν οὐρανὸν ὅλον.
902 ΚΛ. πῶς γὰρ οὔ;
902 ΑΘ. ἤδη τοίνυν σμικρὰ ἢ μεγάλα τις φάτω ταῦτα εἶναι τοῖς θεοῖς· οὐδετέρως γὰρ τοῖς κεκτημένοις ἡμᾶς ἀμελεῖν ἂν εἴη προσῆκον, ἐπιμελεστάτοις γε οὖσι καὶ ἀρίστοις. σκοπῶμεν γὰρ δὴ καὶ τόδε ἔτι πρὸς τούτοις.
902 ΚΛ. τὸ ποῖον;
902 ΑΘ. τὸ περί τε αἰσθήσεως καὶ δυνάμεως, ἆρʼ οὐκ ἐναντίως ἀλλήλοιν πρὸς ῥᾳστώνην καὶ χαλεπότητά ἐστον πεφυκότε;
902 ΚΛ. πῶς λέγεις;
902 ΑΘ. ὁρᾶν μέν που καὶ ἀκούειν τὰ σμικρὰ χαλεπώτερον ἢ τὰ μεγάλα, φέρειν δὲ αὖ καὶ κρατεῖν καὶ ἐπιμελεῖσθαι τῶν σμικρῶν καὶ ὀλίγων παντὶ ῥᾷον ἢ τῶν ἐναντίων.
902 ΚΛ. καὶ πολύ γε.
902 ΑΘ. ἰατρῷ δὲ προστεταγμένον ὅλον τι θεραπεύειν, βουλομένῳ καὶ δυναμένῳ τῶν μὲν μεγάλων ἐπιμελεῖσθαι, τῶν μορίων δὲ καὶ σμικρῶν ἀμελοῦντι, ἕξει ποτὲ καλῶς αὐτῷ τὸ πᾶν;
902 ΚΛ. οὐδαμῶς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme