Thesauros Literature Philosophy Νόμοι

Νόμοι

Νόμοι Plato

Book 10

902 ΑΘ. οὐ μὴν οὐδὲ κυβερνήταις οὐδὲ στρατηγοῖς οὐδʼ οἰκονόμοις, οὐδʼ αὖ τισὶν πολιτικοῖς οὐδʼ ἄλλῳ τῶν τοιούτων οὐδενί, χωρὶς τῶν ὀλίγων καὶ σμικρῶν πολλὰ ἢ μεγάλα· οὐδὲ γὰρ ἄνευ σμικρῶν τοὺς μεγάλους φασὶν λιθολόγοι λίθους εὖ κεῖσθαι.
902 ΚΛ. πῶς γὰρ ἄν;
903 ΑΘ. μὴ τοίνυν τόν γε θεὸν ἀξιώσωμέν ποτε θνητῶν δημιουργῶν φαυλότερον, οἳ τὰ προσήκοντα αὑτοῖς ἔργα, ὅσῳπερ ἂν ἀμείνους ὦσιν, τόσῳ ἀκριβέστερα καὶ τελεώτερα μιᾷ τέχνῃ σμικρὰ καὶ μεγάλα ἀπεργάζονται· τὸν δὲ θεὸν ὄντα τε σοφώτατον βουλόμενόν τʼ ἐπιμελεῖσθαι καὶ δυνάμενον, ὧν μὲν ῥᾷον ἦν ἐπιμεληθῆναι σμικρῶν ὄντων, μηδαμῇ ἐπιμελεῖσθαι καθάπερ ἀργὸν ἢ δειλόν τινα διὰ πόνους ῥᾳθυμοῦντα, τῶν δὲ μεγάλων.
903 ΚΛ. μηδαμῶς δόξαν τοιαύτην περὶ θεῶν, ὦ ξένε, ἀποδεχώμεθα· οὐδαμῇ γὰρ οὔτε ὅσιον οὔτʼ ἀληθὲς τὸ διανόημα διανοοίμεθʼ ἄν.
903 ΑΘ. δοκοῦμεν δέ μοι νῦν ἤδη μάλιστα μετρίως διειλέχθαι τῷ φιλαιτίῳ τῆς ἀμελείας πέρι θεῶν.
903 ΚΛ. ναί.
903 ΑΘ. τῷ γε βιάζεσθαι τοῖς λόγοις ὁμολογεῖν αὐτὸν μὴ λέγειν ὀρθῶς· ἐπῳδῶν γε μὴν προσδεῖσθαί μοι δοκεῖ μύθων ἔτι τινῶν.
903 ΚΛ. ποίων, ὠγαθέ;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme