Book 11
926
ΑΘ. ἔστω τοίνυν εἰρημένον ὑπέρ τε νομοθέτου καὶ ὑπὲρ νομοθετουμένου σχεδὸν οἷον κοινὸν προοίμιον, συγγνώμην μὲν τῷ νομοθέτῃ τοὺς ἐπιταττομένους δεόμενον ἔχειν, ὅτι τῶν κοινῶν ἐπιμελούμενος οὐκ ἄν ποτε δύναιτο διοικεῖν ἅμα καὶ τὰς ἰδίας ἑκάστῳ γιγνομένας συμφοράς, συγγνώμην δʼ αὖ καὶ τοῖς νομοθετουμένοις, ὡς τὰ τοῦ νομοθετοῦντος εἰκότως ἐνίοτε οὐ δύνανται προστάγματα τελεῖν, ἃ μὴ γιγνώσκων προστάττει.
926
ΚΛ. τί δή τις οὖν, ὦ ξένε, δρῶν πρὸς τὰ τοιαῦτα ἐμμετρότατος ἂν εἴη;
926
ΑΘ. διαιτητάς, ὦ Κλεινία, τοῖς τοιούτοις νόμοις καὶ νομοθετουμένοις ἀναγκαῖον αἱρεῖσθαι.
926
ΚΛ. πῶς λέγεις;