Thesauros Literature Philosophy Νόμοι

Νόμοι

Νόμοι Plato

Book 12

960 ΑΘ. πρόθεσις δὲ καὶ τἆλλα ἔστω μὲν κατὰ τὸν περὶ τὰ τοιαῦτα νόμον γιγνόμενα, τῷ δὲ πολιτικῷ νομοθετοῦντι παραχωρεῖν χρὴ τὰ τοιάδε· δακρύειν μὲν τὸν τετελευτηκότα ἐπιτάττειν ἢ μὴ ἄμορφον, θρηνεῖν δὲ καὶ ἔξω τῆς οἰκίας φωνὴν ἐξαγγέλλειν ἀπαγορεύειν, καὶ τὸν νεκρὸν εἰς τὸ φανερὸν προάγειν τῶν ὁδῶν κωλύειν, καὶ ἐν ταῖς ὁδοῖς πορευόμενον φθέγγεσθαι, καὶ πρὸ ἡμέρας ἔξω τῆς πόλεως εἶναι. ταῦτα δὴ κείσθω τε οὕτω περὶ τὰ τοιαῦτα νόμιμα, καὶ ὁ μὲν πειθόμενος ἔστω ζημίας ἐκτός, ὁ δὲ ἀπειθῶν ἑνὶ τῶν νομοφυλάκων ὑπὸ πάντων ζημιούσθω τῇ δοξάσῃ πᾶσι κοινῇ ζημίᾳ. ὅσαι δʼ ἄλλαι γίγνονται περὶ τελευτήσαντας ταφαὶ εἴτε καὶ ἄταφοι πράξεις, περὶ πατροφόνων καὶ ἱεροσύλων καὶ τῶν τοιούτων πάντων, εἰρημέναι ἐν τοῖς ἔμπροσθεν κεῖνται διὰ νόμων, ὥστε σχεδὸν ἡ νομοθεσία τέλος ἂν ἡμῖν ἔχοι· τῶν πάντων δʼ ἑκάστοτε τέλος οὐ τὸ δρᾶσαί τι σχεδὸν οὐδὲ τὸ κτήσασθαι κατοικίσαι τʼ ἐστίν, ἀλλὰ τῷ γεννηθέντι σωτηρίαν ἐξευρόντα τελέως ἀεί, τότʼ ἤδη νομίζειν πᾶν ὅσον δεῖ πραχθῆναι πεπρᾶχθαι, πρότερον δʼ ἀτελὲς εἶναι τὸ ὅλον.
960 ΚΛ. καλῶς, ὦ ξένε, λέγεις· πρὸς ὅτι δὲ τὸ νῦν αὖ ῥηθὲν εἴρηται, φράζʼ ἔτι σαφέστερον.
960 ΑΘ. ὦ Κλεινία, πολλὰ τῶν ἔμπροσθεν καλῶς ὕμνηται, σχεδὸν δὲ οὐχ ἥκιστα τὰ τῶν Μοιρῶν προσρήματα.
960 ΚΛ. ποῖα δή;
960 ΑΘ. τὸ Λάχεσιν μὲν τὴν πρώτην εἶναι, Κλωθὼ δὲ τὴν δευτέραν, τὴν Ἄτροπον δὴ τρίτην σώτειραν τῶν λεχθέντων, ἀπῃκασμένα τῇ τῶν κλωσθέντων τῷ πυρὶ τὴν ἀμετάστροφον ἀπεργαζομένων δύναμιν· ἃ δὴ καὶ πόλει καὶ πολιτείᾳ δεῖ μὴ μόνον ὑγίειαν καὶ σωτηρίαν τοῖς σώμασι παρασκευάζειν, ἀλλὰ καὶ εὐνομίαν ἐν ταῖς ψυχαῖς, μᾶλλον δὲ σωτηρίαν τῶν νόμων. ἡμῖν δʼ ἔτι μοι φαίνεσθαι δοκεῖ τοῦτʼ ἐλλεῖπον τοῖς νόμοις εἶναι, πῶς χρὴ τὴν ἀμετάστροφον αὐτοῖς ἐγγίγνεσθαι κατὰ φύσιν δύναμιν.
960 ΚΛ. οὐ σμικρὸν λέγεις, εἴπερ ἐστὶ μὴ δυνατὸν εὑρεῖν ὅπῃ γίγνοιτʼ ἂν παντὶ κτῆμά τι τοιοῦτον.
960 ΑΘ. ἀλλʼ ἔστι μὴν δυνατόν, ὥς γέ μοι τὰ νῦν παντάπασι καταφαίνεται.
960 ΚΛ. μὴ τοίνυν ἀφιστώμεθα μηδενὶ τρόπῳ, πρὶν ἂν τοῦτʼ αὐτὸ ἐκπορισώμεθα τοῖς εἰρημένοις νόμοις· γελοῖον γὰρ τό γε μάτην πονήσαντα ὁτιοῦν εἰς μηδὲν βέβαιον καταβαλεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme