Thesauros Literature Philosophy Νόμοι

Νόμοι

Νόμοι Plato

Book 12

961 ΑΘ. ἔοικε γάρ. ἀλλʼ ὁ περὶ τί νοῦς μετʼ αἰσθήσεων κραθεὶς σωτηρία πλοίων ἔν γε χειμῶσιν καὶ ἐν εὐδίαις γίγνοιτʼ ἄν; ἆρʼ οὐκ ἐν νηὶ κυβερνήτης ἅμα καὶ ναῦται τὰς αἰσθήσεις τῷ κυβερνητικῷ νῷ συγκερασάμενοι σῴζουσιν αὑτούς τε καὶ τὰ περὶ τὴν ναῦν;
961 ΚΛ. τί μήν;
962 ΑΘ. οὐδὲν δὴ πολλῶν δεῖ τῶν περὶ τὰ τοιαῦτα παραδειγμάτων· ἀλλʼ οἷον περὶ στρατοπέδων νοήσωμεν τίνα θέμενοι στρατηγοὶ σκοπὸν καὶ ἰατρικὴ ὑπηρεσία πᾶσα στοχάζοιτʼ ἂν τῆς σωτηρίας ὀρθῶς. ἆρʼ οὐχ ἡ μὲν νίκην καὶ κράτος πολεμίων, ἡ δὲ ἰατρῶν τε καὶ ὑπηρετῶν ὑγιείας σώματι παρασκευήν;
962 ΚΛ. πῶς γὰρ οὔ;
962 ΑΘ. ἰατρὸς δὴ τὸ περὶ σῶμα ἀγνοῶν, ὃ προσείπομεν ὑγίειαν νῦν, ἢ νίκην στρατηγὸς ἢ τῶν ἄλλων ὅσα δὴ διήλθομεν, ἔσθʼ ὅπως ἂν νοῦν περί τι τούτων ἂν ἔχων φαίνοιτο;
962 ΚΛ. καὶ πῶς;
962 ΑΘ. τί δὲ δὴ περὶ πόλιν; εἴ τις τὸν σκοπὸν οἷ βλέπειν δεῖ τὸν πολιτικὸν φαίνοιτο ἀγνοῶν, ἆρα ἄρχων μὲν πρῶτον δικαίως ἂν προσαγορεύοιτο, εἶτα σῴζειν ἂν δυνατὸς εἴη τοῦτο οὗ τὸν σκοπὸν τὸ παράπαν μηδʼ εἰδείη;
962 ΚΛ. καὶ πῶς;
962 ΑΘ. δεῖ δὴ καὶ τὰ νῦν, ὡς ἔοικεν, εἴπερ μέλλει τέλος ὁ κατοικισμὸς τῆς χώρας ἡμῖν ἕξειν, εἶναί τι τὸ γιγνῶσκον ἐν αὐτῷ πρῶτον μὲν τοῦτο ὃ λέγομεν, τὸν σκοπόν, ὅστις ποτὲ ὁ πολιτικὸς ὢν ἡμῖν τυγχάνει, ἔπειτα ὅντινα τρόπον δεῖ μετασχεῖν τούτου καὶ τίς αὐτῷ καλῶς ἢ μὴ συμβουλεύει, τῶν νόμων αὐτῶν πρῶτον, ἔπειτα ἀνθρώπων· εἰ δʼ ἔσται τοῦ τοιούτου κενή τις πόλις, οὐδὲν θαυμαστὸν ἄνους οὖσα καὶ ἀναίσθητος εἰ πράξει τὸ προστυχὸν ἑκάστοτε ἐν ἑκάσταις τῶν πράξεων.
962 ΚΛ. ἀληθῆ λέγεις.
962 ΑΘ. νῦν οὖν ἡμῖν ἐν τίνι ποτὲ τῶν τῆς πόλεως μερῶν ἢ ἐπιτηδευμάτων ἔστιν ἱκανὸν κατεσκευασμένον ὁτιοῦν τοιοῦτον φυλακτήριον; ἔχομεν φράζειν;
962 ΚΛ. οὐ δῆτα, ὦ ξένε, σαφῶς γε· εἰ δʼ οὖν τοπάζειν δεῖ, δοκεῖ μοι τείνειν ὁ λόγος οὗτος εἰς τὸν σύλλογον ὃν εἶπες νυνδὴ νύκτωρ δεῖν συνιέναι.
962 ΑΘ. κάλλισθʼ ὑπέλαβες, ὦ Κλεινία, καὶ δεῖ δὴ τοῦτον, ὡς ὁ νῦν παρεστηκὼς ἡμῖν λόγος μηνύει, πᾶσαν ἀρετὴν ἔχειν· ἧς ἄρχει τὸ μὴ πλανᾶσθαι πρὸς πολλὰ στοχαζόμενον, ἀλλʼ εἰς ἓν βλέποντα πρὸς τοῦτο ἀεὶ τὰ πάντα οἷον βέλη ἀφιέναι.
962 ΚΛ. παντάπασι μὲν οὖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme